# In XII Prophetas 66.1

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/66.1

Ἐντεῦθεν ἃν μάθοις, καὶ μάλα σαφῶς, ὡς οὐχ ἑτέρου του χάριν ὑψοῦ μὲν ἐτίθει τὰ διηγήματα· σκληρὰν δὲ αὐτοῖς καὶ δυσδιακόμιστον κομιδῇ προαναφωνεῖ τὴν συμφορὰν, ἢ ὥστε λοιπὸν μεταπεῖσαι παρελθεῖν εἰς μετάγνωσιν. ἀπογινώσκειν γὰρ οὐκ ἐᾷ· διαβεβαιοῦται δὲ, καὶ μάλα σαφῶς, ὡς εἴπερ ἕλοιντο φρονεῖν τὰ βελτίω, καὶ τὰς ἰδίας ὁδοὺς κἂν γοῦν τοῖς δευτέροις ἐπανορθοῦν εἰς τὸ ἀρέσκον Θεῷ, πεπαύσεται πάντως τὰ ἐξ ὀργῆς, καὶ εἰς πλάτος αὐτοῖς εὐκοσμίας μεταχωρήσει τὰ πράγματα. τίς δ’ ἂν γένοιτο τῆς τε ἐπιστροφῆς αὐτοῖς, καὶ ὁ τῆς λιτῆς τρόπος, καθίστησιν ἐναργὲς, οὕτω λέγων καὶ νῦν λέγει κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης καρδιας ὑμῶν. ἐρρίφθω, φησὶ, τὰ παρωχηκότα, καὶ ἀποδημείτω πρὸς λήθην τὰ φθάσαντα· ἑαυτῶν ἀμείνους ὄφθητε τοῖς δευτέροις, ἐκμειλίσσεσθε Θεὸν νηστειᾳ καὶ πόνῳ, κοπετῷ τε καὶ ὀδυρμοῖς. ἕψεται γὰρ πάντως ταῦτα δρᾶν ᾑρημένοις τὸ χρῆναι λοιπὸν ἐν εὐπαθείαις εἶναι καὶ τρυφῇ. ὥσπερ γὰρ τῆς ῥᾳστώνης τὸ τέλος, καὶ τοῦ διαπίπτειν εἰς ἡδονὰς καταστρέφει πάντως εἰς οἰμωγὰς καὶ κόλασιν· οὕτω τῆς ἐπιεικείας καὶ τῶν ἐπὶ ταῖς μεταγνώσεσι πόνων ἡ ἔκβασις εἰς τὸ τῆς εὐημερίας ἔρχεται πλάτος. χρήἐπιστρέψατε σιμὸν οὖν ἄρα τὸ κλαίειν ἐφ’ ἁμαρτίαις, καὶ λυπεῖσθαι κατὰ Θεόν. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος “Ἡ κατὰ Θεὸν “λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργά- “ζεται.’’ μακαρίζει δὲ καὶ αὐτὸς ὁ χριστὸς τοὺς “Πεν “θοῦντας νῦν, ὅτι αὐτοὶ παρακληθήσονται.” καὶ μὴν καὶ ὁ σοφὸς ἡμῖν Σολομῶν τοιοῦτόν τι φησὶν αἰνιγματωδῶς “Ἀγαθὸν τὸ πορευθῆναι εἰς οἶκον πένθους, ἣ τὸ πορευ- “θῆναι εἰς οἶκον πότου.’’ πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον, ὅση τις ἐστὶ τῆς νηστείας ἡ δύναμις. ἐξημεροῖ τὸν Δεσπότην, κατευνάζει τὴν ὀργὴν, ἀνατρέπει κόλασιν. ἑαυτοὺς γὰρ αἰκιζόμενοι, μονονουχὶ καὶ λελυττηκότα καὶ ἀγριαίνοντα καθ’ ἡμῶν τὸν θεῖον εὖ μάλα δυσωποῦμεν θυμὸν, καὶ τὴν τοῦ καταπαίοντος χεῖρα συστελοῦμεν εὐκόλως. εἰ γάρ ἐστιν ἀληθὲς, ὅτι καὶ μόνον ὁμολογοῦντες τὰς ἁμαρτίας κατοικτείροντος δικαιούμεθα, πῶς ἃν ἐνδοιάσειέ τις ὅτι τοῖς ἐξ ἀσκήσεως πόνοις ἑαυτοὺς κατατήκοντες, καὶ οἷον αἰτοῦντες δίκας, τῶν ἡμαρτημένων κερδανοῦμεν παρὰ Θεοῦ τὴν ἄφεσιν; πενθεῖν οὖν ἄρα κελεύει καὶ διαρρηγνύναι σφᾶς, ἥκιστα μὲν τὰ ἀμφία, διαπτύσσειν δὲ μᾶλλον νοητῶς τὴν καρδίαν τὴν ἀπηνῆ καὶ πεπιλημένην εἰς ἢν ὁ θεῖος οὐκ εἰσδύεται φόβος. ἐπιστέλλει γοῦν Κορινθίοις ὁ Παῦλος “Οὐ στενοχωρεῖσθε “ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. τὴν “δὲ αὐτὴν ἀντιμισθίαν· ὡς τέκνοις λέγω· πλατύνθητε καὶ “ὑμεῖς.” χρὴ δὴ οὖν ἄρα κατευρύνειν μὲν ὥσπερ Θεῷ τὴν καρδίαν, καὶ μονονουχὶ περιρρηγνύναι τὸν νοῦν, ἵν εἰσδέξαιτο τὸ αὐτοῦ. τὸ γάρτοι πλάττεσθαι λύπην, καταῤῥηγνυ- μένων ἀμφίων εἰκῇ καὶ μάτην, ὀνήσειεν ἃν οὐδὲν τοὺς τοῦτο δρᾶν ᾑρημένους· ἐμποιήσειε δ’ ἂν οὐ βραχὺ τὸ κέρδος τὸ ἀνοιγνύναι καρδίαν, καὶ ἐναποτίθεσθαι τὸ Θεῷ δοκοῦν· ἀποκομιεῖ γὰρ τὸ χρῆμα πρὸς σωτηρίαν. ὅτι δὲ οὐκ ἀποτεύξονται τοῦ σκοποῦ ποιούμενοι τὰς λιτὰς, ἐμπεδοῖ λέγων, ὡς εἴη μὲν ὁ τῶν ὅλων Δεσπότης φιλάνθρωπός τε καὶ πολυέλεος, οἰκτίρμων καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. εἰ γὰρ δὴ καὶ ἕλοιτο κακοῦν τοὺς ἡμαρτηκότας, ἀλλ’ οὖν ἔσται πρᾶος, καὶ οὐκ ἐς μακράν· μεταχωρεῖ γὰρ εὐκόλως ἐπὶ τὸ βουλεύεσθαι τὰ χρηστά. τοῦτο εἶναί φημι τὸ μετανοεῖν ἐπὶ ταῖς κακίαις. ὑποτεμνόμενος δὲ χρησίμως ὁ προφήτης τῶν τὴν σωτηρίαν ἀπεγνωκότων τὸ εἰκαιόβουλον τίς οιδέ φησιν, εἰ μετανοησει καὶ ὑπολειψεται ὀπίσω αὐτοῦ εὐλογιαν, τουτέστι δώσει τοῖς ἐπιστρέφουσι τὸ μετασχεῖν εὐλογίαν, ὥστε καὶ σπονδὴν καὶ θυσίαν ἀναθεῖναι πάλιν αὐτῷ, χαίροντάς τε καὶ εὐφῥαινομένους ἀνάψαι τὰ χαριστήρια.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
