# In XII Prophetas 68-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/68-3

Tὴν αἰτίαν ἡμῖν ἐν τούτοις διατρανοῖ τοῦ μήτε φυλάξαι τὸν Ἰσραὴλ τὴν ὁρισθεῖσαν ἐντολὴν, καὶ καταφρονῆσαι Θεοῦ λέγοντος “Οὐκ ἔσονται σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, καὶ τοῦ μὴ ἐθέλειν ταῖς τῶν πατέρων ἐπιεικείαις διαμιλλᾶσθαι φιλεῖν· ἐπιπλήττει γὰρ, ὅτι γεγόνασιν ὅλως οἱ ἐξ Ἰσραὴλ ὑπὸ τὴν ἀνθρώπων βασιλείαν, καίτοι ἐλλελοιπότος αὐτῶν τοῦ Θεοῦ διὰ Προφητῶν ἁγίων, καὶ ἐλλελοιπότος αὐτοῖς οὐδενὸς, εἰς τὸ εἶναι μακαρίους. μεμνήμεθα γὰρ ὅτι περιόντος τε καὶ προφητεύοντος ἔτι τοῦ μακαρίου Σαμουὴλ, ἐζήτησαν βασιλέα. καὶ πρός γε δὴ τοῦτο Θεὸς ὠργίζετο, καὶ ὡς ὑβρισμένος οὐ μετρίως λελύπηται μὲν, πλὴν ἀνέδειξε τὸν Σαούλ. οὐκοῦν αἰτιᾶται λίαν, ὅτι γεγόνασιν ὅλως ὑπὸ τὴν ἀνθρώπων βασιλείαν, οὐκ ἀνασχόμενοι τὸ παρὰ Θεοῦ διὰ Προφητῶν βασιλεύεσθαι. σέσωκε μὲν γὰρ, φησὶν, ὁ Θεὸς τὸν Ἰσραὴλ, καὶ ἐξ οἴκου δουλείας ἐξήγαγεν, μεσιτεύοντος τοῦ Μωυσέως, ὃς καὶ γέγονε προφήτης καὶ προφητῶν ἀπαρχή· καὶ οὐκ ἐξήγαγε μόνον ἐξ Αἰγύπτου, φησὶν, ἀλλὰ γὰρ καὶ τετήρηκε. μεμένηκε γὰρ ἑνὶ τῷ φύσει καὶ ἀληθῶς λατρεύων Θεῷ. ἐπειδὴ δὲ γεγόνασιν ὑπὸ βασιλέας, τῆς εἰς Θεὸν ἀγάπης ἐξώκειλαν. πρῶτος μὲν γὰρ ᾠκοδόμησε Σολομῶν καὶ βωμοὺς καὶ τεμένη τοῖς Βααλείμ· εἶτα μετ’ αὐτὸν ὁ ἐπάρατος Ἱεροβοὰμ τὰς χρυσᾶς ἐποίει δαμάλεις. αἰτιᾶται τοίνυν ὡς παγκάλην οἰκονομίαν οὐ τετηρηκότας, τὸ πάρα Θεοῦ, φημὶ, διὰ προφητῶν βασιλεύεσθαι, τὸ δὲ ὑπὸ χεῖρα πεσεῖν ἀνθρώπων ἄνθῃ ῥῆ μένους, ὃ δὴ καὶ γέγονεν αὐτοῖς τῆς ἀποστασίας πρόξενον.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
