# In XII Prophetas 7-13

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/7-13

ὅταν τοίνυν καταφρονῶμεν Θεοῦ, αὐτοὶ καθ’ ἑαυτῶν τὰς ἀντικειμένας δυνάμεις εὑρήσομεν, ὡς ἐν θορύβῳ γενέσθαι καὶ λύπαις τρόπον τινὰ διαρπαζομένους παρ’ αὐτῶν καὶ ὡς ἐξ ἀνάγκης ὑποπίπτοντας εἰς δουλοπρεπῆ θητείαν. ἔσονται γὰρ καθ’ ἡμῶν ὡς ἄμαχον ὕδωρ κατασῦρον εἰς ὄλεθρον καὶ καταποντίζον εἰς ἀπώλειαν. “Ποταμοὶ δὲ ἡμᾶς οὐ συγ- “κλείσουσι, κατὰ τὸ γεγραμμένον, οὔτε μὴν “καταπίεται “βυθὸς, ἀλλ’ οὐδ’ ἃν καταποντίσαι καταιγὶς” εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. τότε γὰρ δὴ τότε τὰς τῶν δαιμονίων πλεονεξίας ἀνδρωδῶς ἐκδύναντες, καὶ τῆς ἐκείνων σκαιότητος ὀλίγα κομιδῆ φροντίσαντες, χαίροντες ἐροῦμεν “Εἰ μὴ ὅτι “Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι “ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα “ζῶντας ἂν κατέπιον ἡμᾶς·” καὶ πάλιν “Χείμαῤῥον διῆλθεν “ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ “ἀνυπόστατον.” εἰ γὰρ καὶ ἔστιν ἀνυπόστατον καὶ ταῖς ἡμετέραις διανοίαις ἀνανταγώνιστον τῆς διαβολικῆς ἐπηρείας τὸ ὕδωρ, τουτέστιν, ὁ διὰ παθῶν ἐπικλυσμὸς, ἀλλ’ ἐν Χριστῷ δυνησόμεθα. παρελευσόμεθα γὰρ οἷά τινα χείμαῤῥον τῆς ἐκείνου δυστροπίας τὴν ἔφοδον.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
