# In XII Prophetas 7-7

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/7-7

Ωσπερ οἱ τῶν ἰατρῶν ἐμπειρότατοι τὰς τῶν νοσημάτων εὖ μάλα περιαθροῦντες αἰτίας, τοῖς ἀπὸ τῆς τέχνης ἐπικουρήμασιν ἀνακόπτειν ἐπείγονται· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς εἰς νοῦν ἔσω καὶ καρδίαν ὁρῶν, τὰς τῶν ἐν ἡμῖν παθῶν αἰτίας περιεργάζεται, οὕτω τε λοιπὸν τοῖς καθήκουσι περιστέλλει φαρμάκοις τὸν ἀῤῥωστήσαντα νοῦν. αἰτιᾶται τοίνυν τοὺς ἐξ ᾿Ισραὴλ, ὡς ἐκ τῆς ἄγαν εὐημερίας πρὸς λήθην ἐνηνεγμένους τοῦ πάντα αὐτοῖς χορηγοῦντος τὰ ζωαρκῆ καὶ τὰ ὅσαπερ ἃν φαίνοιτο καταλαμπρύνειν λαμπρύνειν εἰδότα· καίτοι προηγορευκότος τοῦ νόμου “Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ κυρίου τοῦ Θεοῦ σου, τοῦ μὴ “φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώ- “ματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· μὴ “καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοι- “κήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου καὶ τῶν βοῶν “σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυν- “θέντων σοι, καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων “σοι, ὑψωθῇς τῆ καρδίᾳ σου, καὶ ἐπιλάθῃ κυρίου τοῦ Θεοῦ “σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δου- “λείας· τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ “τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων, καὶ σκορπίος, καὶ “δίψα, οὗ οὐκ ἦν ὕδωρ.” ἔχει γὰρ οὐκ ἀνικάνως ἀεί πὼς ἡ τρυφὴ, καὶ τὸ ἀδοκήτοις τιμαῖς ἐναβρύνεσθαι, καὶ εἰς λήθην ἡμᾶς ἀποφέρειν Θεοῦ, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατασείειν δύνασθαι τὸν ἀνθρώπινον νοῦν. ἀρκέσει δὲ οἶμαι πρὸς ἔλεγχον ἀποσκιρτήσας ὁ ᾿Ισραὴλ, καὶ τὸ τῆς εὐημερίας πλάτος τῆς εἰς τοῦτο δεινῆς ἀρρωστίας εὑράμενος ἀφορμήν· καὶ ἐπειδὴ κρείττους ἦσαν ἐθνῶν, ἐπαμύνοντος δηλονότι τοῦ πάντα ἰσχύοντος Θεοῦ, νενοσήκασι τὴν ἀλαζονείαν, ἑαυτοῖς που τάχα καὶ οὐ τῷ προασπίζοντι Θεῷ τὴν ἐκ τῶν κατορθωμάτων ἀνατιθέντες λαμπρότητα.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
