Ancient Greek · ~12 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 7.1
Not analysed yet
Ἄκαρπον ἔσεσθαί φησι τὴν πεπορνευμένην, ξηρὰν καὶ ἀκανθοτόκον, διψάδα καὶ ἄνυδρον, οὐχ ὑδάτων τάχα που τῶν γηΐωνων ἐστερημένην, ἀλλὰ τῆς ἄνωθεν καὶ ἐξ οὐ ρανοὺ πιότητος, τουτέστι τῆς διὰ τοῦ Πνεύματος χορηγίας, ἢν ἑκάστῃ σοφῇ τε καὶ ἀγαθῇ διανέμει ψυχῇ. ψάλλει γὰρ που πρὸς e Θεὸν, καὶ φησιν ὁ μακάριος Δαυείδ “Οἱ δὲ υἱοὶ τῶν “ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου, καὶ τὸν χειμάῤῥουν “τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. ὅτι παρὰ σοὶ πηγὴ “ζωῆς.” ἄξιοι δὲ τῆς οὕτω σεπτῆς καὶ ἀμφιλαφοῦς χορηγίας γίας εἶεν ἂν οἱ γνήσιοι καὶ βεβιωκότες ὁρθῶς, καὶ ἀγάπης τῆς εἰς Θεὸν προθέντες οὐδέν· τὴν δέ γε πεπορνευμένην καὶ εἶεν ἂν οἱ γενήσεσθαι, καὶ μὴν καὶ ἐν δίψει τερνήξεσθαι λέγει. καὶ τοῦτο οἶμαι ἐστὶ τὸ διὰ φωνῆς ἑτέρων προφητῶν περὶ αὐτῆς εἰρημένον· ὁ μὲν γὰρ ἔφασκεν, “Ἰδοὺ ἡμέραι “ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν· “οὐ λιμὸν ἄρτου, οὐδε δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι “λόγον Κυρίου· καὶ ἀπὸ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδρα- “μοῦνται, ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν·” Ἱερεμίας δὲ πάλιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ “Πόνῳ καὶ “μάστιγι παιδευθήςῃ Ἱερουσαλήμ· μὴ ἀποστῇ ἡ ψυχή μου “ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθή- “σεται.” ἑκάστῳ γὰρ ἡμῶν, ὡς ἔφην, λόγους εἰς νοῦν τοὺς διὰ τοῦ Πνεύματος ἐνίησι Θεὸς, ἀπορτέφειν ἰσχύοντας εἰς ζωὴν αἰώνιον, ἢ καὶ διὰ φωνῆς ἁγίων καταπιαίνει πολλάκις. συνδιολεῖσθαι δὴ οὖν τῇ πεπορνευμένῃ μητρὶ τὰ τέκνα δεῖν ἔφη, καὶ οὐκτιρμῶν δίχα. διὰ ποίαν αἰτίαν; ὅτι τέκνα πορνείας εἰσί. καὶ οὐ δή που φαμὲν ὅτι τοῖς τῆς μητρὸς πλημμελήμασιν ὑπ΄΄οκειται τέκνον, βαδιεῖται γὰρ ἡμῖν ὅποι ποτε ἄρα τὸ διὰ φωνῆς Ἱεζεκιήλ “Οὐκ ἀποθανοῦντai “τῇ ἰδίᾳ ἁμαρτίᾶ ἀποθανεῖται.” ἰστέον δὲ μᾶλλον, ὅτι κἂν ἐπινοῆται πρόσωπον πορνευούσης μητρὸς, ὡς ἐν τύπῳ τῆς Συναγωηῆς, ἀλλ’ οὐδὲν ἧττον αὐτοὶ πάλιν ἂν εἶεν οἱ ε’ξ αὐτῆς. λέγων δὲ, ὅτι πορνείας εἰσὶ τέκνα, παρέδειξεν ἐναγῶς, ὅτι τοῖς τῆς νοητῆς πορνείας ἐγκλήμασιν ἔνοχοι καθεστήκασι· καὶ τοῦτο ἐξ αὐτῶν οἱονεὶ σπαργάνων καὶ μήτρας δεδυσσεβηκότες, καὶ οὐδὲ πώποτε τῶν εἰς εὐσέβειαν ἔργων ἁψάμενοι, ἀνεπιτήδευτον δὲ παντελῶς τὴν ἀρετὴν ἐσχηκότες, καὶ τὴν ἁνδάνουσαν τῷ Θεῷ τρίβον οὐ τετιμηκότες. οὕτω Ps. lvii. 4. καὶ ὁ ψάλλων φησὶν, “Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ “ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ·” καίτοι παντὸς εὐσεβοῦς, καὶ τοῖς τῆς δικαιοσύνης ἔργοις ἐντεθραμμένου, λαμπρῶς ἀναφωψνεῖν δυναμένου πρὸς Θεόν, “Ἐπὶ σὲ ἐπεῥῥίφην ἐκ μήτορας· ἀπὸ γαστρὸς μητρός μου “Θεός μου εἶ σύ.” ὥσπερ δὲ υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας e νοοῖντ’ ἂν εἰκότως, οἱ ὡς ἐν Φωτὶ καὶ ἡμέρᾳ πολιτευόμενοι λαμπρῶς τε καὶ εὐσχημόνως· οὕτω κἂν εἰ λέγοιντο πορνείας τέκνα τινὲς, τοὺς ὡς ἐν πορνείᾳ καὶ τῆ λίαν ἐκτοπωτάτῃ ζωῇ νοήσεις πάλιν, οὓς κατοικτείρειν οὐκ ἀξιοῖ, Διότι πεπόρνευκεν ἡ μήτηρ αὐτῶν, κατήσχυνεν ἡ τεκοῦσα αὐτά. κατῄσχυνε δὲ ἑαυτὴν δηλονότι, καὶ τὰ ἐξ αὐτῆς ἀναφύντα τέκνα. ὥσπερ γάρ ἐστιν ἐν αὐχήμασι τοῖς εἰς ἀρετὴν ὁ δίκαιος· οὕτως ἐν αἰσχύνῃ καὶ ἐντροπῇ πᾶς δυσσεβής.