Ancient Greek · ~11 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 7.1-2
Not analysed yet
Τί οὖν, εἶπε μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί ; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς Ἱερεμίου φωνῆς Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- “μάκων.” οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιοτέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι’ ὧν ἃν γένοιτο σοφός. ἀκούση δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι “Ἱδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ “τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς· ποτὲ δὲ αὖ “Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος, “καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ’ ἵνα τις γένοιτο προατόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησομένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανημένοις. ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἱσραὴλ τὸ δρώμενον ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλάττονται πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκότες τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογήσαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι’ ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώσων τὴν ὑπ’ οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός “Ἄνδρες “Νινευῖται ἀναστήσονται ἐν τῆ κρίσει μετὰ τῆς ταύτης καὶ κατακρίνουσιν ἀυτὴν, ὅτι μετενόησαν εἰς τὸ “κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. πῶς δὲ πλεῖον ἐν Χριστῷ παρὰ τὸν ’lωνᾶν ; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς δι’ ἀρρήτου τερατουργίας καταπλήττων ἐθαυμάζετο· ὁλκὸς δὲ πρὸς πίστιν ἀειπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγή τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν. ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς τοῦ Καΐν μιαιφονίας τὸ Ἅβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης.