# In XII Prophetas 8-9

Cyrillus, In XII Prophetas, Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/8-9

Oὐκοῦν, εἰ μὲν ἀγρῶν ἀφορίας καὶ καρπῶν καταφθορὰς ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατασημαίνει λόγος, νοοῖτ’ ἃν τὸ χρῆμα καὶ οὕτως ἀφόρητον· τὸ γὰρ ἐφεξῆς καὶ ἀμέσως πλείσταις τε ὅσαις καὶ χαλεπαῖς καταικίζεσθαι πληγαῖς, πῶς οὐ δύσοιστον κομιδῇ, καὶ τοῦ μνημονεύεσθαι πρέπειν οὐκ ἀμοίρου ἀμοιροῦν ; εἰ δὲ δὴ καὶ εἰς ἑτέρας ἡμᾶς ἐννοίας ἀποκομίζει τὰ θεωρήματα κατεσκιασμένας τοῖς ἐμφανεστέροις, ἔοικεν ἡμῖν ὁ Προφήτης κάμπην καὶ ἀκρίδα, βροῦχόν τε καὶ ἐρυσίβην, καὶ τὰ ἐντεῦθεν δεινὰ καὶ ἀφόρητα βλάβη, τὰς ἐν ἑκάστῳ καιρῷ καταδῃώσεις ὑποδηλοῦν, καὶ τοὺς τῶν αἰχμαλωσιῶν αἰνίττεσθαι τρόπους· ὑφ’ ὧν δεδαπάνηνταί τε καὶ ἀπολώλασι, ληίοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ μονονουχὶ κατεδηδοκότων αὐτοὺς καὶ κατεφθαρκότων τῶν τὰς ἐφόδους ἐξειργασμένων. μένων. πολλαὶ μὲν οὖν γεγόνασιν αἱ ἀνὰ μέρος ἐξαὐτὰ] ἀναστάσεις τῆς Ἰουδαίων χώρας, καὶ τῶν περιοίκων ἐθνῶν καταστρατευόντων ἐσθ’ ὅτε, καὶ τῶν τῆς Αἰγύπτου βεβασιλευκότων.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
