Ancient Greek
Page 126
Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii) 126
Not analysed yet
Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ὁ ἐν ἀρχῇ πρὸ τῶν αἰώνων πρὸς τὸν Θεὸν Θεὸς Λόγος, τῶν ἡμετέρων ψυχῶν τὸ λύτρον, τοῦ διαβόλου ὁ πόλεμος, τῆς οἰκουμένης ἡ ἐλευθερία· ὁ πάντα λόγῳ τεκταινόμενος πρὸς τὸ ἡμᾶς εἰς τὴν αὐτοῦ ἀξίαν χάριτι ἀναγαγεῖν· ὁ πεπτωκότας ἡμᾶς διὰ τὴν ἁμαρτίαν ἐγείρας τῷ ὑποκύψαι πρὸς ἡμᾶς διὰ τῆς ἐνανθρωπήσεως· ὁ θανατωθέντας ἡμᾶς διὰ τὴν παρακοὴν ἀναγεννήσας διὰ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας καὶ τὸν πατέρα μὴ καταλείψας· ὁ τὴν γῆν πατήσας καὶ τοὺς οὐρανοὺς ἡνίκα ὢν σὺν ἡμῖν σωματικῶς πληρῶν ἑαυτοῦ· ὁ πάντα γενόμενος ὅσα ἡμεῖς χωρὶς ἁμαρτίας καὶ μείνας ἄτρεπτος· ὁ μηδὲν παθεῖν δι' ἡμᾶς παραιτησάμενος, ἵνα ἡμᾶς εἰς ἀπάθειαν ἀγάγῃ· ὁ σταυρῷ προσηλωθεὶς καὶ τὰ τοῦ παραδείσου κλεῖθρα ἀναπετάσας· οὗτος ὁ τὴν πρὸς τὸν διάβολον πάλην δι' ἡμᾶς ἀναδεξάμενος καὶ τῆς ἁμαρτίας θλάσας τὸ κέντρον καὶ τῶν Ἰουδαίων τεφρώσας τὸ φρόνημα τῆς τε ἱεροσύνης αὐτῶν κενώσας τὰ μεγαλεῖα καὶ τὸν ναὸν αὐτῶν ἐριπώσας μετὰ τὸ βεβήλων ἄρξαι χειρῶν τὴν διαθήκην παύσας, τὴν λατρείαν στήσας καὶ τὰ ἔθνη προσκαλεσάμενος· ὁ τὸν θάνατον καταργήσας καὶ γῆν οὐρανὸν ποιήσας τῇ τῶν ἀγγελικῶν πολιτευμάτων διαγωγῇ προσηλώσας τε τὸ καθ' ἡμῶν τῆς ἁμαρτίας χειρόγραφον τῷ σταυρῷ καὶ ὑποχειρίους γεναμένους τῇ ἁμαρτίᾳ εἰς υἱοθεσίαν ἀνακαλεσάμενος ἡμᾶς διὰ τῆς τοῦ Πνεύματος οἰκονομίας. Σήμερον ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Μὴ σκιὰν ὑπογράφῃς τὴν οἰκονομίαν, μὴ φάντασμα ἡγήσῃ τὴν σωτηρίαν, μὴ σκιὰν