# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 127

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/127

εἴπῃς τὴν ἀλήθειαν· ἤκουσας ὅτι κατῆλθεν. Οὕτως νόησον· κατῆλθεν ἐνταῦθα καὶ τοὺς οὐρανοὺς ἑαυτοῦ οὐκ ἐκένωσεν, ἐπειδὴ γὰρ ἀπερίγραπτος ἦν τὴν φύσιν, πληροῖ δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν κατὰ τὸ προφητικὸν λόγιον. Καὶ παρὰ Μαρίᾳ ἦν καὶ παρὰ τῷ πατρὶ καὶ παρὰ Πιλάτῳ καὶ παρ' ἀγγέλοις καὶ ἐν οὐρανῷ, ἐν ᾅδῃ καὶ ἐν γῇ καὶ ἐν ἀέρι· Θεὸς γὰρ ἦν καὶ ἡνίοχος τῶν ἁπάντων. Ἦλθεν ὅπου ἦν, ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Ἐν τῷ κόσμῳ ἦν· ἄρα οὖν ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι πῶς ἦλθεν εἰς τὸν κόσμον; Ἀλλ' ἐπειδὴ ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι σωματικῶς οὐχ ὁρᾶτο, ἀναλαμβάνει τὸ σῶμα ἵνα διὰ τοῦ σώματος ὡς ἐκ κατόπτρου ὁρῶντες τὸν Θεὸν παιδαγωγηθῶμεν εἰς εὐσέβειαν. Ἀντιστρέψωμεν τὸν λόγον· ἄρα οὖν καὶ ἐν γῇ ὢν εἰς οὐρανοὺς ἦν; ἀνῆλθεν ὅπου ἦν; Ἀλλὰ οὐ μάχεσθαί μοι πρόκειται, οὐδὲ γὰρ δεῖ παραμεῖξαι πόλεμον τῇ εἰρήνῃ. Συνχορεῦσαι τῷ ὑπὲρ ἡμῶν σήμερον νενικηκότι παραγενώμεθα, ἀνιόντι τοίνυν αὐτῷ εἰς οὐρανοὺς πάντες ἀκολουθήσωμεν, ῥίψωμεν τὰ σωματικά, ἀποταξώμεθα ταῖς ἡδοναῖς, ὅλοι γενώμεθα πνεύματα ἵνα ἀκολουθήσαντες αὐτῷ ἀκούσωμεν τῶν ἐπουρανίων δυνάμεων λεγούσων· «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Καὶ πρὸς τὰς ἐρωτώσας· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;», ἀντιφθεγξώμεθα οἱ πεπειραμένοι τῆς εὐεργεσίας καὶ εἴπωμεν οἱ ἐλευθερωθέντες ὅτι «Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς ἐν πολέμῳ, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης». Οὐδὲν σεσιώπηται τῆς εἰς ἡμᾶς σωτηρίας τοῖς προφήταις, οὐδὲν τεταμίευται ἐν ἀπορρήτοις. Πάντα ὅσα ἔμελλεν πάσχειν ὑπὲρ ἡμῶν ὁ Χριστός, ταῦτα προανετύπωσεν προφητικαῖς φωναῖς, ἵνα ὅταν ἔλθῃ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ πάθῃ τὰ ἀνθρώπων μὴ ξενισθῶμεν οἱ προακούσαντες. Γεννᾶσθαι ἔμελλεν ὡς ἄνθρωπος καί φησιν Ἡσαΐας ὁ προφήτης· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
