# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 128

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 128. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/128

καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἰμμανουήλ. Προωμίλησεν τῷ προφήτῃ τὸ θαῦμα. Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος» καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν τούτῳ τὸ πρᾶον καὶ τὴν ἐξουσίαν καὶ τὸ ὑπὲρ ἡμῶν παθητικὸν καὶ πᾶσαν ὁμοῦ συνδεδεμένην εἰς ἓν θαῦμα τὴν οἰκονομίαν. Ῥαπίζεσθαι καὶ μαστιγοῦσθαι ἔμελλεν καί φησιν πάλιν ὁ αὐτός· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα». Προσηλοῦσθαι ἔμελλεν ξύλῳ καὶ προανεφώνησεν διὰ τοῦ προφήτου Δαβὶδ λέγων· «Ὤρυξαν χεῖράς μου καὶ πόδας». Διψήσας ἔμελλεν πίνειν ὄξος καί φησιν διὰ τοῦ Δαβίδ· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος». Ἀνιέναι ἔμελλε εἰς οὐρανοὺς ἐπὶ τὰ ἴδια, ἐπὶ τὰ πατρῷα, εἰ καὶ πάντα αὐτοῦ ἦν καὶ αὐτὸς πάντα πληροῖ. Πλὴν ἐπὶ τὴν αὐτῷ πρέπουσαν λῆξιν ἀνιὼν ἐπειδὴ ἔμελλεν καὶ ταύτην ὑπὲρ ἡμῶν ὑπομένειν τὴν μυσταγωγίαν, φησὶν διὰ Ἡσαΐου τοῦ προφήτου· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Μικρὸν δὲ ἀνάσχου, ἀγαπητέ, ἵνα τῆς παρούσης πανηγύρεως εἴπω σοι τὴν ὑπόθεσιν, διδάξω δέ σε πῶς πανηγυρίζειν οὐχ ὡς μὴ εἰδότα, ἀλλ' ὡς εἰδότα. Ὑπομιμνήσκω ἵνα ἀκριβέστερόν σε διηγήμασιν ἐπιστήσω, ἵνα εἰλικρινῶς προσκυνῇς τοῦ πεπονθότος ὑπέρ σου τὴν δύναμιν. Ἐπειδὴ εἰς οὐρανοὺς ἀνιέναι ἔμελλεν πάντα ὑπομείνας δι' ἡμᾶς. Ἀνῄει δὲ οὐχ ὡς κατῆλθεν· κατῆλθεν γὰρ ἀσώματος, ἀνέρχεται μετὰ σώματος οὐκέτι τὰ τοῦ σώματος πάσχων· συγκεκραμμένως δέ, ἀσυγχύτως εἷς τῇ τῆς θεότητος δυνάμει. Ἐπειδὴ οὖν ἀνίει εἰς οὐρανοὺς ἐπὶ τοῖς ἐξαισίοις πράγμασιν ξενιζόμεναι αἱ οὐράνιοι δυνάμεις φασίν· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ»; Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Οὐδεὶς οὕτως κατῆλθεν ἄνωθεν. Ἡμεῖς τοιοῦτον δέχεσθαι οὐ μεμελετήκαμεν σῶμα· οὐκ ἀεροπορεῖ ἄνθρωπος, οὐκ οὐρανοπορεῖ. «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Ἐδὼμ γὰρ ἑρμηνεύεται γῆ. «Τίς», φασίν, «ὁ τέμνων τὰς αἰθεροπόρους πύλας; Τίς ὁ κρείττων στοιχείων γινόμενος; Τίς ὁ μεταβαλὼν τὴν φύσιν; Τίς τὸ γεῶδες εἰς οὐρανοὺς ἀνάγει; Τίς τὸν αἰχμάλωτον ἠλευθέρωσεν Ἀδάμ; Εἰκόνα ὁρῶμεν οὐρανοβατοῦσαν, ξενιζόμεθα ἐπὶ τοῖς γιγνομένοις».

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
