# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 129

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/129

«Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Ἀπορούντων ὁ λόγος, οὐκ εἰδότων ἡ ἔννοια. Ἔλαθεν ὁ υἱὸς τοῦ Θεοῦ, τὴν κάθοδον οὐκ ἀνεκοινώσατο ἀγγέλοις, οὐκ ἀνεκοινώσατο δυνάμεσιν· κατῆλθεν λαθὼν τὴν παρουσίαν, ἵνα θριαμβεύσῃ λάθρᾳ τὸν τύραννον. Οὐκ ἦν καιρὸς δορυφορίας, ἀτιμίας ἦν χρεία[ς], ἵνα μὴ μάθωσιν οἱ ὑπηρέται· διὰ τοῦτο σιωπᾷ ὁ δεσπότης. Ἐπεὶ οὖν τὴν κάθοδον οὐκ ἐθεάσαντο αἱ ἄνω δυνάμεις, ἐπὶ τῇ ἀνόδῳ ξενίζονται θαῦμα καινὸν καὶ πρᾶγμα ξένον παρὰ τὴν φύσιν τελεσιουργούμενον ὁρῶσαι καί φασιν πρὸς ἀλλήλους· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;». Βοσὸρ πάλιν ἑρμηνεύεται σάρξ· τὸ οὖν «ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ», ἐκ σαρκός ἐστιν. Ποῖον ἆρα ἐρύθημα; Ἦ τὸ αἷμα τὸ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἐξελθόν. Τηρεῖ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν πλευρὰν καὶ τὸ αἷμα τοῖς Ἰουδαίοις, ἵνα μὴ ἐν δόξῃ ὁρῶντες ἀρνήσονται τὸν σταυρὸν καὶ εἴπωσιν· τοῦτον ἡμεῖς οὐκ ἐσταυρώσαμεν. Διὰ τοῦτο καὶ τὸ αἷμα καὶ τὰ ἴχνη τῆς τετρωμένης πλευρᾶς δεικνύει, ἵνα ἐντρέψῃ ἐκείνους ἐν καιρῷ τῆς βασιλείας αὐτοῦ. «Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ». Βιαία δὲ ἑρμηνεύεται δύναμις, παρὰ δὲ τοῖς ἄλλοις ἑρμηνεύεται πάνυ καὶ λίαν καὶ μάλιστα. Ὡραῖος οὖν φησιν ἐν στολῇ πάνυ, ἐπειδὴ γὰρ τὴν ἡμετέραν ἀδοξίαν ἀναδεξάμενος διὰ τῆς τῶν παθημάτων δόξης ἠλευθέρωσεν τοὺς καταδεδουλωμένους τῇ αἰσχύνῃ καὶ εἰς ἐλευθερίαν ἀνεκαλέσατο. Ὅτι μὲν ἦν ἐν ἀτιμίᾳ φησὶν ὁ προφήτης· «Εἴδαμεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Ἐν γὰρ ἐμπτύσμασιν γέγονεν, ἐν αἰσχύνῃ, ἐν χλεύῃ, ἐν πείνῃ, ἐν δίψῃ, ἐν δικαστηρίοις, ἐν εὐθύναις, ἐν δήμοις Ἰουδαίων, ἐν ἀπειλαῖς, ἐν γέλωτι, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκόμενος· ἐν τούτοις ὢν ἀληθῶς «οὐκ εἶχεν εἶδος οὔτε κάλλος». Ἐπειδὴ δὲ ταῦτα νενίκηκεν καὶ διὰ τούτων ἐξελθὼν ἔδειξεν αὐτοῦ τὴν θεότητα ἀνύβριστον, ἐπειδὴ ἐν τοῖς πάθεσιν ἔμεινεν ἀπαθὴς καὶ ἐν ταῖς ὕβρεσιν ἀνύβριστος καὶ ἐν τῇ

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
