# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 130

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 130. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/130

πείνῃ πάντων τροφεὺς καὶ ἐν τοῖς διωγμοῖς πάντων σωτὴρ καὶ ἐν ταῖς ἀνάγκαις πάντων ἐλευθερωτὴς, ἐπειδὴ τὸν ἀκανθώδη στέφανον περιελὼν ἐξ ἡμῶν τέθηκεν ἐπὶ τὴν τῶν πιστῶν κεφαλὴν στέφανον ἐκ λίθου τιμίου πάντων τῶν αἰσχρῶν ἐκείνων πεπατημένων, τῆς δόξης ἀναδραμούσης ἐπὶ τὸν Ἀδάμ, φασὶν αἱ ἀγγελικαὶ δυνάμεις· «ὡραῖος ἐν στολῇ βιαίᾳ». Καὶ μή μοι τις μέμψηται τίνος ἕνεκεν τὴν προφητικὴν ταύτην ἐξέρχομαι νῦν ῥῆσιν λέγων· μὴ γὰρ τοῦτο προανηγόρευται νῦν, μὴ γὰρ τοῦτο ἀναγνώσθη νῦν, μὴ γὰρ Ἠσαΐου ἐπηκούσαμεν νῦν. Μηδεὶς μέμψηται, ἀγαπητοί· μηδεὶς φιλολοίδορος φάνῃ, εἰ μὲν γὰρ ἔξω τῆς πανηγύρεως εἱλκύσατο διήγημα καὶ ἄλλην ὑπόθεσιν μελῳδῷ· μέμψασθαι ὡς ἄκαιρον καὶ φλύαρον, εἰ δὲ διήγημα προφητικὸν εἰς ταύτην ἁρμόττον τὴν πανήγυριν εὐκαίρως ὑμῖν παρήγαγον. Δέξασθε πειθανῶς καὶ προσδέξασθε εὐμενῶς καὶ ἐγχρονίσατέ μοι μικρὸν καὶ δείξω ὑμῖν καὶ ἀγγέλους μανθάνοντας τίς ὁ ἀνελθὼν καὶ Χριστὸν πάλιν συμπεριφερόμενον δούλοις καὶ τῆς ἡμετέρας σωτηρίας διηγούμενον τὸ μυστήριον. Τί οὖν φησιν ὁ προφήτης; «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ;». Ταῦτα μὲν ὑπὸ τῶν ἀγγέλων, ὑπὸ τῶν ἄνω δυνάμεων· πρὸς δὲ ταῦτα ὁ Χριστός—οὐδὲ γάρ ἐστιν ὑπερόπτης, οἶδεν καὶ δούλοις συμπεριφέρεσθαι, οἶδεν καὶ οἰκέταις ἐρωτῶσιν ἀποκρίνεσθαι «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;» —ἀποκρίνεται ἐφεξῆς καὶ λέγει· «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Ὢ τῆς καλῆς καὶ δεσποτικῆς φωνῆς ὢ τῆς ἀληθείας τῆς ἐκείνῳ μόνῳ πρεπούσης «Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Θέλεις μαθεῖν ἰσχύν; Σταυρούμενος ἐνίκα· ἰδού, ἰσχύς. Δεδεμένος ἐδουλαγώγει· ἰδού, ἰσχύς. Κρατεῖται ὡς ἄνθρωπος· ἰδού, ἰσχύς. Εἰ δὲ καὶ τὴν δικαιοσύνην θέλεις μαθεῖν, μάθε.

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
