# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 131

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 131. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/131

Ἔλαβέν σε ὁ διάβολος οὐκ ὄντα αὐτοῦ, ἤλασέν σε πολὺν χρόνον οὐ πλάσας σε περὶ ὄρη καὶ νάπας, ἐπτόησέν σε, ζυγόν σοι ἐπέθηκεν οὐκ ὤν σου δεσπότης· ἦλθεν ὁ ἀληθινὸς ποιμήν, ἀπέσπασέν σε ἀπὸ τοῦ λύκου, ἐποίησεν μετά σου δικαιοσύνην καὶ λοιπὸν πεπλήρωται· «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Οὐχ ὅσον δὲ τὰ ἡμέτερα κατορθώματα, οὐδὲ γὰρ ἡμεῖς εὐπραγήσαντες ἐπείσαμεν ἐνανθρωπῆσαι τὸν Θεόν. Οὐχ ἡμετέρα δικαιοσύνη κατήγαγεν αὐτὸν ἐπὶ γῆς, ἀλλ' ἡ τοῦ τυράννου παρανομία, ἵνα μάθῃ ὁ τύραννος τὰ ἀλλότρια μὴ δεσμεύειν πρόβατα. «Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Τὴν πρᾶξιν λέγει, τὴν ἀξίαν σιωπᾷ. Ἐρωτηθεὶς γὰρ «Τίς οὗτος» οὐ λέγει ὅτι ἐγὼ εἰμὶ ὁ δεσπότης ὑμῶν, ἀλλὰ ἐσιώπησεν τοῦτο ἐκ τῶν ἔργων θέλων γνωρίζεσθαι. «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Καὶ σιωπᾷ τέως ταῦτα εἰρηκὼς καὶ ἀντιφθέγγεται πάλιν ὁ τῶν ἀγγέλων χορὸς καί φησιν πρὸς αὐτόν· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης». Καὶ ἵνα μή τις νομίσῃ τὰ ἡμέτερα ῥήματα πεπλάσθαι ἢ ἐκ πολλῶν προφητειῶν συνειλῆφθαι ἡμῖν φωνάς, ἐν μίᾳ σελίδι εὑρήσει ταῦτα ἠρτημένα. Διὸ καὶ μίαν ἔχει τὴν ἀκολουθίαν ὡς ἡρμοσμένον σῶμα παρὰ Ἠσαΐᾳ τῷ προφήτῃ. Καὶ τί ἐρεῖ; Τὰ τέλη ἀνάγνωθι, ὁ φιλομαθὴς καὶ σπουδαῖος, καὶ εὑρήσεις ὡς οὐκ ἀπὸ πολλῶν προφητειῶν ταῦτα συνελέξαμεν, ἀλλὰ μίαν ἀκολουθίαν λαβόντες διεσαφηνίσαμεν. Εἶτα πρὸς αὐτὸν, ὡς ἔφην, οἱ ἄγγελοι· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης». Ἐρυθρὰ τὰ ἱμάτια βλέπομεν, βουλόμεθα τὴν αἰτίαν μαθεῖν. Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπὸν ἡμεῖς

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
