# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 132

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/132

μανθάνειν ἐκεῖνα, ἴσως γὰρ ὑπὲρ τὰς ἡμετέρας ἐστὶν ἀκοὰς ἃ βλέπομεν, φησίν, θέλομεν ἐρωτᾶν· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;». Οὐδὲ εἷς καιρὸς ἀργὸς τῷ σωτῆρι· ἐπὶ γῆς ὢν ὑπὲρ ἡμῶν πάσχει, εἰς οὐρανοὺς ἀνίων ἀγγέλους διδάσκει. «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ». Εὐγενὴς ἀκρίβεια τοῦ προφήτου, μᾶλλον δὲ τῆς πάντα γινωσκούσης δυνάμεως τοῦ ἁγίου πνεύματος. Οὐδὲ γὰρ Ἠσαΐα ἐπιγράφω τὸ τοιοῦτο, οὐδὲ αὐτοῦ ῥήματα δέχομαι· κιθάραν δὲ αὐτὸν ὑποτιθέμενος ἐννοῶ τὸν ἐν αὐτῷ μουσουργοῦντα Θεὸν καὶ δέχομαι διὰ Ἠσαΐου τὰ τοῦ πνεύματος καὶ ἐννοῶ Θεὸν δι' ἀνθρώπου λαλοῦντα. Ἀλλ' ἴσως ἐρεῖ τις πάλιν· τί οὖν ἀγνοεῖ τὸ πνεῦμα «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια»; Ἆρα ἁρμόττει τῷ πνεύματι ἡ φωνὴ ἡ αὐτή; Οὐκ οἶδεν τὸ πνεῦμα τὰ ἐν Χριστῷ; οὐκ οἶδεν τὸ πνεῦμα τί πέπονθεν ὁ υἱός; οὐκ οἶδεν τὸ πνεῦμα τί ὑπὲρ ἡμῶν ὑπέμεινεν; Τίνος οὖν ἕνεκεν ἐρωτᾷ τὸ πνεῦμα; Ἐρωτᾷ ταῦτα οὐ δηλουμένης ἀγνοίας, λαλεῖ γὰρ τὸ πνεῦμα διὰ τῶν προφητῶν. Λαλεῖ οὐχ ὡς ἐξ ἑνὸς προσώπου, ἀλλὰ πρὸς τὰς ὑποκειμένας ὑποθέσεις ἁρμόττει τὸν λόγον. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μικρὸν ἀνάσχου, ἀγαπητέ, καὶ δέχου τούτων τὰς ἀποδείξεις. Εὑρήσεις γὰρ ἐν τοῖς προφητικοῖς λόγοις καὶ ἐκ προσώπου τοῦ πατρὸς φωνὰς καὶ ἐκ προσώπου τοῦ υἱοῦ καὶ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος καὶ ἐκ προσώπου τῶν ἀγγέλων καὶ ἐκ προσώπου τοῦ προφήτου καὶ ἐκ προσώπου τῶν Ἰουδαίων καὶ οὐ δή που ταῦτα πάντα ἀναρτήσεις ἐπὶ τὸν Θεὸν τὰ λεγόμενα· οὐδὲ γὰρ ἐπειδὴ τὸ πνεῦμα φθέγγεται, ἀναγκασθήσει ταῦτα πάντα ἀναγαγεῖν ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος οὐσίαν. Ἐκ προσώπου γοῦν τοῦ πατρός φησιν· «Ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρο-

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
