# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 133

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/133

νομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Λαλεῖ ὁ προφήτης ἐν πνεύματι, ἀλλ' οὐ ἁρμόττει τῷ πνεύματι τὸ λόγιον, ἀλλὰ τῷ πατρί· οὐχ ὡς τοῦ ἁγίου πνεύματος ἀλλοτριουμένου, ἀλλ' ὡς τοῦ πνεύματος ἐκ προσώπου τοῦ πατρὸς φθεγγομένου. Πάλιν ἐκ προσώπου τοῦ υἱοῦ «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». Μὴ ἁρμόττει ταῦτα τῷ πνεύματι, μὴ τὰ ἱμάτια τοῦ πνεύματος διεμερίσαντο ἑαυτοῖς, μὴ τοῦ πνεύματος τοὺς χιτῶνας κατέκοψαν· ἀλλὰ φθέγγεται ἐκ προσώπου τοῦ υἱοῦ τὸ πνεῦμα. Φθέγγεται πάλιν ἐξ ἰδίου προσώπου ὅταν λέγῃ. «Ἀφορίσατε δή μοι τὸν Σαῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». Ἰδοὺ ἐκ προσώπου τοῦ πνεύματος καὶ οὐ δή που ἁρμόττει τῷ πατρὶ ἢ τῷ υἱῷ ἡ φωνή. Ἀκούσαντες γὰρ ἡμεῖς ὅτι τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν τό· «Ἀφορίσατέ μοι Σαῦλον καὶ Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», ἐπὶ τὸ ἅγιον πνεῦμα ἀναφέρομεν τῶν ῥητῶν τὴν δύναμιν οὐκ ἀλλοτριοῦντες τὸ λόγιον πατρὸς καὶ υἱοῦ, ἀλλὰ δίδοντες τῷ χωρίῳ τὸ ἁρμόττον πρόσωπον. Πάλιν ἐκ προσώπου τοῦ προφήτου· «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου». Ἄρα οὐκ ἐν πνεύματι εἶπεν, μὴ τῷ πνεύματι ἁρμόττει ἡ φωνή, μὴ ἐν ἀνομίαις συνελήφθη καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἡ μήτηρ. Ὥσπερ δὲ ἐνταῦθα ἀκούεις Δαβίδ, νοεῖς δὲ διὰ τοῦ πνεύματος τοῦ ἁγίου φθέγγεσθαι τὸν προφήτην, οὕτως καὶ ἐνταῦθα ὅταν ἀκούσῃς «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;», νόησον διὰ τοῦ πνεύματος λέγεσθαι ἐκ προσώπου τῶν ἀγγέλων. «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;». Ἀποκρίνεται οὖν ὁ Χριστὸς καί φησιν· «Ληνὸν ἐπάτησα μονώτατος». Ἀληθῶν ληνὸν ἐπάτησεν ὁ Χριστός, ληνὸν τῶν ἡμετέρων παθῶν, ληνὸς τῶν ἡμετέρων κακῶν· ἐκείνους γὰρ συνέτριψεν τοὺς βοτρύας καὶ

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
