Ancient Greek
Page 134
Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii) 134
Not analysed yet
ἄλλας ληνοὺς ἤγειρεν. Ὑπὲρ τούτων ὁ Δαβὶδ ψάλλει καὶ λέγει· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων». Καὶ ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· «Ψαλμὸς ὑπὲρ τῶν ληνῶν». Ἐκείνην τοίνυν, ὡς ἔφην, τὴν τῶν ἐναντίων ληνὸν παύσας ἄλλην ἐπουράνιον ἡμῖν ἤγειρεν. Ἀλλ' ἐπαναλάβωμεν τὸ ῥητόν. Τί οὖν φησιν ὁ Χριστὸς; «Ληνὸν ἐπάτησα μονώτατος». Τίς γὰρ ἄλλος ὑπὲρ ἡμῶν πέπονθεν; «Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθημεν;» . Μόνος ἐσταυρώθη ὑπὲρ ἡμῶν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, μόνος ὑπὲρ ἡμῶν πέπονθεν, μόνος ἡμᾶς ἔσωσεν· «Ληνὸν ἐπάτησα μονώτατος». Μὴ πάλιν, ὦ ἀγαπητέ, ἔξω βάλῃς τὸν πατέρα τῆς οἰκονομίας, μηδ' αὔπαλιν τὸ πνεῦμα τὸ ἅγιον, μὴ εἴπῃς ὅτι οὐκ ᾔδει ὁ πατὴρ ὅτι πάσχει ὁ υἱός. Ἀλλὰ καὶ ᾔδει καὶ προεώρα καὶ συνηυδόκει, οὐ συνέπασχεν δέ, οὐδὲ τὸ πνεῦμα· ὁ γὰρ υἱὸς μόνος ἀναδέξατο τὴν οἰκονομίαν ὑπὲρ ἡμῶν. Ἀλλ' οὐδὲ αὐτὸς φυσικῶς πέπονθεν τῇ θεότητι, ἀλλ' ἀνεδέξατο μὲν ὑπὲρ ἡμῶν τῆς οἰκονομίας εἰς ἑαυτὸν τὰ πάθη· οὐκ ἔπαθεν δὲ ἐπειδὴ Θεὸς ὑπῆρχεν. «Ληνόν», φησίν, «ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ». Οὐ προφήτης, οὐ δίκαιος, οὐ πατριάρχης, οὐχ ὅσιος. Λέγει γάρ που· «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν». «Ληνὸν ἐπάτησα μονώτατος». «Ἐμάκρυνας» γάρ, φησίν, «τοὺς γνωστούς μου ἀπ' ἐμοῦ» καὶ «τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ». Θέλεις μαθεῖν ὅτι οὐδεὶς ἦν τῶν ἐθνῶν μετ' αὐτοῦ; Ἐννόησον τὸν καιρὸν τοῦ πάθους· ὅτε γὰρ ὁ Χριστὸς ἐσταυροῦτο, Πέ-