# Oratio in ascensionem domini (olim sub nomine Athanasii) 136

Cyrillus, Oratio in ascensionem domini (olim sub nomine Athanasii), Page 136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/oratio-in-ascensionem-domini-olim-sub-nomine-athanasii/136

προφήτης, ταύτην τὴν ἡμέραν μυσταγωγεῖ, ἐπειδὴ γὰρ αἱ κατώτεραι δυνάμεις οὕτως ἀποκαλυφθεῖσαι ἔλεγον· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βόσορ». Μετὰ ταύτην τὴν ἐξέτασιν καὶ μετὰ τὰς λοιπὰς ἀνεξετάσεις, μετὰ ταύτην τὴν ἀκρίβειαν τῶν ῥημάτων καὶ μετὰ τὴν πολλὴν σαφήνειαν τῶν μυστηρίων, μετὰ τὸ μηδὲν σιωπῆσαι τὸν Χριστὸν ἐκραύγαζον κατὰ τὸν Δαβίδ· «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ἀπεκρίθησαν αὐταῖς αἱ ἀνώτεραι δυνάμεις καὶ λέγουσιν· «Τίς οὗτος ὁ ἀναβαίνων καὶ διὰ τί, φασίν, βοᾶτε «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ταῦτα ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· «Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ». Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς πολλαί· καὶ οὐ πάντες ἄγγελοι, οὐ πάντες θρόνοι, οὐ πάντες κυριότητες, ἀλλὰ καὶ ὑπερβεβηκότα ἐστι τάγματα καὶ ὑπερβεβηκυῖαι δυνάμεις. Ἐπεὶ οὖν ἀνταπόκρισιν τῆς ἐρωτήσεως ἔλαβον αἱ ἀνώτεραι δυνάμεις φασίν· Ἔγνωμεν «τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης». Ἐπειδὴ γὰρ ἔμαθον τίς ὁ ἀναβαίνων οὐκέτι χρείαν ἔχουσιν ἑρμηνείας, οὐκέτι λόγων χρείαν ἔχουσι μακρῶν, ἀλλὰ λέγουσιν· «Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης». Μέχρις ἐνταῦθα συνηκολούθησα τῷ δεσπότῃ ἄτονον ἔχων πρὸς τὰ ἐκεῖνα τὸ πτερὸν τῆς διανοίας. Εἴθε δέ, εἰ ἦν δύναμίς μοι, καὶ εἰς τὸ ὅρος αὐτῷ συνανελθεῖν τῆς θείας ὀπτασίας, ἵνα ἴδω τὸν Ἰησοῦν, ἐπειδὴ «ὁ κολλώμενος τῷ Κυρίῳ, φησίν, ἓν πνεῦμά ἐστιν», καὶ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. Συνανέλθωμεν τοίνυν τῷ Χριστῷ εἰς οὐρανὸν, ἀδελφοί· μὴ μείνωμεν ἐπὶ γῆς, μὴ πάλιν γεώδη φρονήσωμεν, μὴ πάλιν περὶ ἐπιθυμίας, μὴ πάλιν περὶ ἁρπαγάς, μὴ πάλιν περὶ φιλοχρη-

---

Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg148.local001/.
