Ancient Greek
Page 137
Cyrillus Theol., Oratio in ascensionem domini (olim sub nomine Athanasii) 137
Not analysed yet
ματείας· μὴ ἐπαρθῇς, ἐπεὶ καὶ σὺ ἐξ οὐρανοῦ πίπτεις ὡς ἡ ἀστραπή. Μὴ γένοιτο δὲ τοῦτο παθεῖν τὸν τῷ Χριστῷ ἀκολουθοῦντα. Πεπείσμεθα γὰρ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἔχομεν σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Ταῦτα δὲ λέγομεν πρὸς τὴν ὑμῶν ἀσφάλειαν, καθὼς λέγει ὁ ἀπόστολος· «Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές». Γένοιτο δὲ πάντας ἡμᾶς ἀμέμπτως ἀκολουθῆσαι τῷ Χριστῷ καὶ τυχεῖν τῆς βασιλείας αὐτοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.