# Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione) 547

Cyrillus, Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione), Page 547. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quaestio-ad-cyrillum-e-tractatu-de-dogmatum-solutione/547

Ἀξίωσις ἐπιδοθεῖσα τῷ ἁγίῳ Κυρίλλῳ πιστῷ ἀρχιερεῖ, γνησίῳ θεράποντι Θεοῦ, ἁγίῳ Κυρίλλῳ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας παρὰ τῆς ἀδελφότητος. Ἦν μὲν εὖ ἔχειν ἡμᾶς ἡσυχάζοντας, εἰ καί τι κατορθοῦντας ἴσως τῶν σπουδαζομένων, οὐδὲν δὲ ἧττον κἀκεῖθεν ἀποδημοῦντας, ἡμᾶς αὐτοὺς ὠφελεῖσθαι νομίζομεν διὰ τὴν σὴν μόνον θέαν, καὶ μάλιστα κερδανοῦμεν ἐξ αὐτοῦ τοῦ στόματός σου τὴν εὐσέβειαν διδασκόμενοι. Τὸ μὲν γὰρ καὶ πόῤῥω γῆς κατησχημένους ἀναγινώσκειν τὰς βίβλους καὶ τὰ πονήματα τῆς σῆς ὁσιότητος, καλὸν ἅμα καὶ ὠφέλιμον καὶ εἰς τὰ πρόσω φέρον τοὺς προσέχοντας· τὸ δ' ἐξ αὐτῶν τῶν θείαν χάριν καὶ πνευματικὴν γλυκύτητα πηγαζόντων χειλέων τὴν διδασκαλίαν ἀρδεύεσθαι, βεβαιότερον ἅμα καὶ ζωτικώτερον ὑπάρχει. ἥκομεν τοίνυν αὖθις διὰ τὴν εἰς σὲ καὶ τὴν εὐσέβειαν ἐπιθυμίαν, προκοπήν θ' ἡμετέραν ἅμα καὶ ἑτέρων διόρθωσιν. δεξάμενοι γὰρ πρόσθεν ἐκ τῶν σῶν ἁγίων χειρῶν τὴν περὶ τῶν καθ' ἡμᾶς ὀρθῶν δογμάτων ζήτησιν ἐπιλύουσαν βίβλον, οὐκ ὀλίγην τὴν ὄνησιν ἀπηνεγκάμεθα. ἡμῖν μὲν γὰρ γέγονεν εἰς βεβαίωσιν ὁ λόγος, ἑτέροις δὲ εἰς διόρθωσιν· ὀλίγοι δ' εἰσὶν οἱ μὴ προσελθόντες τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ὧν ἐνεφράγη τὰ στόματα. ἀλλ' οἱ τῆς Ἀβηλινῆς χώρας κακῶς πρὸς ἀλλήλους διατεινόμενοι δογματικῶν ἕνεκα τινῶν ζητημάτων εἰς τοσοῦτον μανίας ἤλασαν ὡς καὶ καθαιρέσεις καὶ ἀναθεματισμοὺς κατ' ἀλλήλων ὁρίζειν καὶ διωγμοὺς πρὸς ἀλλήλους φέρειν καὶ διαρπαγὰς ὑπομένειν καὶ μητ' ἐπισκόποις μήτε πατράσιν εἴκειν τοῖς αὐτόθι, μήτε μὴν τοῖς παρ' ἡμῖν, μητ' ἄλλοις τισὶν ἁγίων παραχωρεῖν, τὸ μείζονος μέτρου γνώσεως ἠξιῶσθαι, οὕτω κατακράτος ἡ σατανικὴ ἀκαταστασία πόῤῥω τῆς θείας εἰρήνης αὐτοὺς ἐξῃχμαλώτισε. πρὸς τούτοις αὖθις καὶ τῶν Αἰγυπτίων τινὲς οὐκ ὀρθῶς φρονεῖν περὶ Θεοῦ δεδιδαγμένοι, τὴν αὐτὴν ἐκείνοις νοσοῦντες μανίαν, τοῖς ἴσοις τῆς πλεονεξίας

---

Cyrillus Theol., Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg019.local001/.
