# Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione) 548

Cyrillus, Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione), Page 548. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quaestio-ad-cyrillum-e-tractatu-de-dogmatum-solutione/548

σπουδάσμασι κατ' ἀλλήλων προσφέρονται, ἀλλὰ θειόθεν μέρος ἑκάτερον νυγέντες πρὸς τοὺς ἐν παλαιστίνῃ ἁγίους ἥκασι, καὶ τούτοις τὰς ζητουμένας πεύσεις προσήγαγον. ἡμεῖς δὲ τὴν ἑαυτῶν μετρήσαντες δύναμιν ἐκρίναμεν μὴ δεῖν ἡμᾶς αὐτοὺς περὶ τούτων ὁρίζειν, μήτε μὴν ἱκανῶς ἔχειν τὸν περὶ τῶν τοιούτων ἐξετάσεων ἀποδοῦναι λόγον. μαθόντες τοίνυν οἱ προειρημένοι παῤῥησίαν πρὸς τὴν σὴν ἡμᾶς ἔχειν ὁσιότητα, ἐξελιπάρησαν διὰ τῆς ἡμῶν βραχύτητος πέρας δέξασθαι τῆς πρὸς ἀλλήλους μάχης τὸν τῆς ὑμετέρας διδασκαλίας λόγον. συναινεσάντων οὖν τῶν καθ' ἡμᾶς ἁγίων πατέρων, αὐθαίρετοι τὴν παράκλησιν ἐδεξάμεθα, ἑαυτοῖς μᾶλλον ἢ ἐκείνοις χαριζόμενοι τῷ καὶ αὐτῶν τῶν ὄψεων ἀπολαῦσαι καὶ παρόντι συνευφρανθῆναι καὶ λόγῳ ζῶντι καὶ οὐ γράμματι δι' ἑτέρων πεμπομένῳ καὶ πλέον τὴν ἐπιθυμίαν ἐξάπτοντι. ἡρπάσαμεν τοίνυν τὴν ἄφιξιν οὐ μετρίως χαίροντες ὅπως καὶ δι' ἡμῶν τῶν ἐλαχίστων, ἣν μὲν πρὸς ἀλλήλους συγκροτοῦσι καταθῶνται μάχην, διὰ δὲ τῆς ὑγιαινούσης σου διδασκαλίας ἡ τοῦ Χριστοῦ εἰρήνη αὐτοῖς τε καὶ ἡμῖν ὡς τάχιστα βραβευθείη· εἴτ' ἀπιόντων ἡμῶν διὰ φίλην ἡσυχίαν, εἴτε μενόντων διὰ τὴν ἀγάπην καὶ συγκρότησιν καὶ τὴν ἐκ τούτων προκοπὴν καὶ τὰ γραφησόμενα πεμπόντων εὐκαιρότερον. ἀλλ' αὐτὸς, πάτερ ἁγιώτατε, γνησίως ἡμᾶς ὁρᾶν μὴ παραιτοῦ, πατρὸς σπλάγχνα καὶ εἰς ἡμᾶς διασώζων. οὔτε γὰρ ὡς οἶμαι καὶ ἀπολογίας δεήσομεν, παῤῥησίας μετέχοντες μετὰ αἰδοῦς διὰ Θεοῦ χάριν καὶ τὴν σὴν χρηστότητα, ἣν καὶ πλατυνθῆναι ἡμῖν αὐτοῖς ἰσοῤῥόπως τῆς ἡμετέρας γνησιότητος ἀπαιτοῦμεν, καὶ τοῦτο μετὰ σωφροσύνης. οὕτω γὰρ γ' ἂν γένοιτο καὶ ἡμᾶς τῶν ἀμοιβαίων τέως τυγχάνειν καὶ τὴν σὴν ὁσιότητα καὶ εἰς ἡμᾶς τὰ εἰκότα πράττουσαν εὐγνωμονεῖν, ἣν πλέον ὁ τῶν ὅλων Σωτὴρ ἀποδέξηται καὶ εἰς ἡμᾶς τοὺς ἐλαχίστους κατὰ τὴν αὐτοῦ μίμησιν καταγομένην οὐ βίας ἀνάγκῃ, ἀλλ' ἀγάπης γνησιότητι καὶ τοῦτο δῶρον αὐτῷ προσφέρουσαν. ἔστι δὲ τὰ ζητούμενα τὰ ὑποτεταγμένα. [Τὰ μὲν κεφάλαια ἐνέκειντο τῇ ἀξιώσει, ἀλλ' ἵνα μὴ δὶς ταῦτα ἐγγράψωμεν, συνεξεύξαμεν ἕκαστον κεφάλαιον ἐν τῇ ἑρμηνείᾳ.]

---

Cyrillus Theol., Quaestio ad Cyrillum (e tractatu de dogmatum solutione). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg019.local001/.
