Ancient Greek
Page 459
Cyrillus Theol., Quod homo non deiferus (homilia diversa 20) (fragmenta) 459
Not analysed yet
III. Τοῦ αὐτοῦ ἁγίου Κυρίλλου ἐκ τῆς πρώτης ὁμιλίας τῆς ὅτι οὐ χρὴ λέγειν ἄνθρωπον θεοφόρον, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα. Μέγας ἦν ὄντως ὁ μακάριος Μωϋσῆς· ἤκουσε γὰρ Θεοῦ λέγοντος "Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' "ἐμοί·" ἀλλ' ἦν ὡς οἰκέτης ἐν οἴκῳ πιστός· ἀξιάγαστος ἦν ὁ προφήτης Σαμουὴλ, ἀλλ' ἦν ἐναρίθμιος "τοῖς ἐπικαλου"μένοις" τὸν τῶν ὅλων Θεόν· ἅγιοι γεγόνασιν οἱ μακάριοι προφῆται, πλὴν ὁμολογοῦσι τὸ τῆς δουλείας μέτρον, καὶ τὴν οἰκέταις πρέπουσαν ἀνεπλήρουν οἰκονομίαν, τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους τοῖς τὸ τηνικάδε διαπορθμεύοντες, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς· διακεκράγασι γὰρ ἀεί Τάδε λέγει Κύριος· ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστὸς περὶ τοῦ μακαρίου Βαπτιστοῦ "Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ "βαπτιστοῦ οὐκ ἐγήγερται·" ὁ δὲ, καίτοι κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν τὴν ἄνω τάξιν ἐν δικαιοσύνῃ λαχὼν, οὐκ ἠγνόησε τὴν ὑπεροχὴν, ὡμολόγησε τὸν δεσπότην, παρεχώρησε τὸ νικᾶν τῇ δόξῃ Χριστοῦ· ἔφη γὰρ ἐναργῶς "Οὗτος ἦν περὶ οὗ εἶπον ἐγώ Ὀπίσω μου ἔρχεται ἀνὴρ, "οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων "αὐτοῦ." πλείστων οὖν ἁγίων ἐν ἑαυτοῖς ἐσχηκότων τὸν τοῦ Θεοῦ Λόγον, περὶ οὐδενὸς ἐκείνων γέγραπται ὅτι "Ὁ "Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ἐπ' οὐδενὶ τῶν ἁγίων προφητῶν τὰς ἄνω δυνάμεις χορευούσας εὑρήσομεν· τίνος γὰρ εἰπέ μοι γεννηθέντος "πλῆθος οὐρανίου