# Quod homo non deiferus (homilia diversa 20) (fragmenta) 460

Cyrillus, Quod homo non deiferus (homilia diversa 20) (fragmenta), Page 460. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-homo-non-deiferus-homilia-diversa-20-fragmenta/460

"στρατιᾶς" τὰς ὑπὲρ ἡμῶν ἐποιήσατο χαριστηρίους ᾠδάς; ἐπὶ μόνῳ τῷ Ἐμμανουὴλ εἰρήκασι "Δόξα ἐν ὑψίστοις Θεῷ, "καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·" ἐν πολλοῖς οὖν, ὡς ἔφην, ἁγίοις κατοικήσαντος τοῦ Θεοῦ, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ὁ τοῦ Θεοῦ Λόγος ἐπιδημῆσαι λέγεται, ἅπαξ γέγονεν ἄνθρωπος, καὶ περὶ ἑνὸς ὁ προφήτης φησίν "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ "καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·" εἷς ἡμᾶς καὶ μόνος "ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος "ὑπὲρ ἡμῶν κατάρα·" ἕνα δέδωκεν Υἱὸν ὑπὲρ ἡμῶν ὁ Πατήρ· εἷς Υἱὸς τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν· εἷς ἐσταυρώθη καὶ ἀνεβίω, τοῦ θανάτου πατήσας τὸ κράτος. οὐκοῦν ἐν σαρκὶ γεγονότα κατὰ ἀλήθειαν, ἤγουν ἑνωθέντα τῇ σαρκὶ τὸν τοῦ Θεοῦ Λόγον ἐπιγινώσκομεν· καὶ οὐκ ἄνθρωπον εἶναί φαμεν θεοφόρον τὸν Ἐμμανουήλ· ὁμολογοῦμεν δὲ ὅτι Θεὸς ὢν φύσει, μορφὴν δούλου λαβὼν, γέγονε καὶ υἱὸς ἀνθρώπου· καί ἐστιν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος.

---

Cyrillus Theol., Quod homo non deiferus (homilia diversa 20) (fragmenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg010.local001/.
