# Quod unus sit Christus 718

Cyrillus, Quod unus sit Christus, Page 718. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/718

Ἄτρεπτος γὰρ ὢν κατὰ φύσιν, μένει που πάντως ὅπερ ἦν καὶ ἔστιν ἀεί, κἂν εἰ λέγοιτό τισι γενέσθαι καταφυγή. Α— Ἄριστά γε καὶ μάλα ὀρθῶς ἔφης. Οὐκοῦν παρενηνεγμένης εἰς μέσον τῆς Θεοῦ μνήμης, εἰ ὑπό του λέγοιτο τὸ «Ἐγένετο,» πῶς οὐκ ἀμαθὲς καὶ ἀνόσιον κομιδῇ τροπὴν οἴεσθαι σημαίνειν αὐτό, καὶ οὐχὶ δὴ μᾶλλον καθ' ἕτερόν τινα τρόπον πειρᾶσθαι νοεῖν, καὶ περιτρέπειν ἐμφρόνως εἰς τὸ ὅτι μάλιστα πρέπον τε καὶ ἐοικὸς τῷ ἀτρέπτῳ Θεῷ; Β— Πῶς δὴ οὖν ἄρα εἰς σάρκα φαμὲν γενέσθαι τὸν Λόγον, τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὡς ἴδιόν τε καὶ οὐσιῶδες καὶ ἐμπεφυκὸς αὐτῷ τηροῦντες ἀεί; Α— Ὁ πάνσοφος Παῦλος, ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, ὁ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργός, σαφηνιεῖ λέγων· «Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Καίτοι γὰρ Θεός τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς αὐτοῦ Λόγος, τὸ «ἀπαύγασμα τῆς δόξης,» καὶ ὁ «χαρακτὴρ τῆς ὑποστάσεως» τοῦ γεννήσαντος, γέγονεν ἄνθρωπος, καὶ οὐκ εἰς σάρκα τραπείς, ἢ φυρμόν, ἢ κρᾶσιν, ἤ τι τῶν τοιούτων ἕτερον ὑπομείνας, καθεὶς δὲ μᾶλλον ἑαυτὸν εἰς κένωσιν, καὶ «ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, αἰσχύνης καταφρονήσας,» καὶ τὴν τῆς ἀνθρωπότητος πτωχείαν οὐκ ἀτιμάσας. Ἠθέλησε γάρ, ὡς Θεός, τὴν θανάτῳ καὶ ἁμαρτίᾳ κατεχομένην σάρκα, καὶ θανάτου καὶ ἁμαρτίας ἀποφῆναι κρείττονα, καὶ ἀνακομίσαι πρὸς τὸ ἐν ἀρχαῖς, ἰδίαν αὐτὴν ποιησάμενος, καὶ οὐκ ἄψυχόν γε κατά τινας, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ. Ἰέναι γε μὴν τὴν τῷ πράγματι πρέπουσαν οὐκ ἀπαξιώσας τρίβον, τὴν καθ' ἡμᾶς γέννησιν ὑπομεῖναι λέγεται, μεμενηκὼς ὅπερ ἦν. Γεγέννηται γὰρ παραδόξως κατὰ σάρκα ἐκ γυναικός· οὐ γὰρ ἦν ἑτέρως Θεὸν ὄντα κατὰ φύσιν ἢ ἐν εἴδει τῷ καθ' ἡμᾶς ὀφθῆναι τοῖς ἐπὶ γῆς τὸν ἀναφῆ καὶ ἀσώματον. Πλὴν ἐνανθρωπῆσαι κρίναντα, καὶ ἐν ἑαυτῷ καὶ μόνῳ τοῖς τῆς θεότητος ἀξιώμασιν ἐκπρεπῆ τὴν ἡμῶν ἀποφῆναι φύσιν· ἦν γὰρ ὁ αὐτὸς Θεός τε

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
