# Quod unus sit Christus 734

Cyrillus, Quod unus sit Christus, Page 734. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/734

καὶ εἶπε Κύριος πρός με· Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ;» Αἰπόλον γὰρ ὄντα, προφήτην ἐτίθει, καὶ τῶν ἑαυτοῦ θελημάτων ὑπουργὸν ἀπετέλει. Β— Φαῖεν ἂν ἴσως οὐχ ὧδέ που πάντως γενέσθαι τὴν λῆψιν, ἀλλ' ὡς ἂν νοοῖτο πρὸς ἡμῶν τὸ «Μορφὴν δούλου λαβών.» Α— Οὐκοῦν, καθ' ἕνωσιν ἀδιάσπαστον ἴδιον γεγονὸς τοῦ λαβόντος τὸ ληφθὲν νοοῖτ' ἂν εἰκότως, ὡς καὶ Θεὸν εἶναι τὸν Ἰησοῦν, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱόν, ἕνα τε καὶ μόνον, ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, γεννηθέντα μὲν θεϊκῶς πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐκ ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. Οὐ γὰρ ἦν ἑτέρου τινός, ἀλλ' αὐτοῦ γέγονεν ἡ τοῦ δούλου μορφή. Β— Πῶς ἔφης; Α— Ἆρα γάρ, εἰπέ μοι, τὸ τῇ φύσει δοῦλον λέγοιτ' ἂν οὐκ ἀπεοικότως μορφὴν δούλου λαβεῖν, ἢ τὸ ἐλεύθερον ἀληθῶς, καὶ τῶν τῆς δουλείας μέτρων οὐσιωδῶς ἀνωτέρω κείμενον; Β— Τὸ ἐλεύθερον, οἶμαί που. Ὃ γὰρ ἦν φύσει, πῶς ἂν γένοιτο ἔτι; Α— Ἄθρει δὴ οὖν ὅτι, καίτοι καθ' ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τοῖς τῆς δουλείας μέτροις ἐμβεβηκὼς κατὰ τὸ ἀνθρώπινον, προσμεμαρτύρηκεν αὐτῷ τὸ κατὰ φύσιν ἐλεύθερον ἐν τῇ τῶν διδραγμῶν συνεισφορᾷ λέγων· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Δέχεται τοίνυν δούλου μορφήν, τὰ ἐκ τῆς κενώσεως οἰκειούμενος καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν οὐκ ἀτιμάσας; οὐ γὰρ ἦν ἑτέρως τιμῆσαι τὸ δοῦλον, εἰ μὴ γέγονεν αὐτοῦ τὸ δουλοπρεπές, ἵνα καὶ τῇ παρ' αὐτοῦ καταλαμπρύνοιτο δόξῃ. Νικᾷ δὲ τὸ προὖχον ἀεί, καὶ τὸ ἐκ τῆς δουλείας αἶσχος ὑφ' ἡμῶν ἠφανίζετο. Καθ' ἡμᾶς γὰρ γέγονεν ὁ ὑπὲρ ἡμᾶς, καὶ ἦν ἐν μέτροις τοῖς οἰκετικοῖς ὁ ἐλεύθερος φύσει. Ταύτῃτοι κεχώρηκε καὶ εἰς ἡμᾶς τὸ ἀξίωμα. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἐπεγραψάμεθά τε Πατέρα τὸν ἰδικῶς αὐτοῦ. Γέγονε γὰρ καὶ αὐτοῦ τὰ ἀνθρώπινα. Οὐκοῦν, ἐν τῷ λέγεσθαι λαβεῖν αὐτὸν τὴν δούλου μορφὴν ὅλον ἐστὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς τὸ μυστήριον. Εἰ δὲ Υἱὸν ὁμολογοῦντες ἕνα καὶ Κύριον, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, κοινωνὸν αὐτῷ τῆς υἱότητος καὶ μέντοι τῆς δόξης ἄνθρωπον ἁπλῶς συνῆφθαί φασι τὸν ἐκ σπέρματος τοῦ Δαυείδ, ὥρα λέγειν ἡμᾶς τοῖς ὧδε φρονεῖν ᾑρημένοις, φιλαλλήλως ἐπιστυγνάζοντας· «Τίς δώσει τῇ

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
