# Quod unus sit Christus 738

Cyrillus, Quod unus sit Christus, Page 738. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/738

Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν.» Ἐν ἡμῖν γάρ ἐστι διὰ τοῦ Πνεύματος, «ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ.» Οὐκοῦν, κατ' οὐδένα τρόπον εἴη ἂν τὰ καθ' ἡμᾶς ἐν μείοσιν εἰ τῶν ἴσων ἠξιώμεθα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Χάριτι γὰρ καὶ ἡμεῖς υἱοὶ καὶ θεοί. Ἐνηνέγμεθα δὲ πάντως εἰς ταύτην τὴν ὑπερφυᾶ καὶ τεθαυμασμένην ἀξίαν, ὡς ἔναυλον ἔχοντες τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον. Ἀνόσιον δὲ καὶ ἀπόπληκτον παντελῶς τὸ ἠξιῶσθαι λέγειν αὐτοὺς τῆς υἱοθεσίας τὸν Ἰησοῦν, καὶ ὡς ἐν χάριτος μοίρᾳ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν. Β— Φράσαις ἂν ὅπως. Α— Καὶ μάλα. Πρῶτον μὲν γάρ, ὡς ἔφην, ἕτερος ὢν ἰδικῶς Υἱὸς καὶ Χριστὸς καὶ Κύριος παρὰ τὸν ἀληθῆ τε καὶ κατὰ φύσιν, νοοῖτ' ἂν ἐντεῦθεν. Εἶτα πρὸς τούτῳ καὶ ἕτερόν τι τῶν ἀμηχάνων εἰσκρίνεται, καὶ τοῖς εἰς ὀρθότητα λογισμοῖς οὐκ ἀπεοικότως ἀντανιστάμενον. Β— Τὸ ποῖόν τι φής; Α— Ὁ πάνσοφος Ἰωάννης περὶ Χριστοῦ φησιν· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ἆρ' οὖν ὁ χάριτι τὴν υἱοθεσίαν ἔχων, καὶ εἰσκεκριμένον ἑλῶν ἀξίωμα τὸ εἶναι ὅ ἐστι, χαρίσαιτ' ἂν καὶ ἑτέροις ὃ πεπλούτηκε μόλις; Οὐκ ἀπίθανον εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β— Καὶ μάλα. Α— Τὸ δὲ μὴ φύσει προσόν, ἔξωθεν δὲ μᾶλλον εἰσπεποιημένον, οὐκ ἀπόβλητον γένοιτ' ἄν, κατά γε τὸ ἐγχωροῦν; Β— Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, εἴη ἂν τῶν ἐνδεχομένων καὶ ἀπολισθεῖν ποτε δύνασθαι τῆς υἱότητος τὸν Υἱόν. Οὐ γὰρ ἀνύποπτον εἰς ἀποβολὴν ὃ μὴ φυσικοῖς ἐρήρεισται νόμοις. Β— Ὧδε ἔχει. Α— Καὶ καθ' ἕτερον δὲ τρόπον καταθεῷτό τις ἂν ὡς ἀκαλλές τέ ἐστι καὶ τῆς ἀνωτάτω δυσβουλίας ἐπίμεστον ἀληθῶς τὸ δόγμα αὐτοῖς. Εἰ γάρ ἐστιν ἀληθὲς ὡς τὸ κατὰ θέσιν καὶ χάριν ἀεί πώς ἐστιν ἐν ὁμοιώσει τοῦ κατὰ φύσιν καὶ ἀλήθειαν, πῶς ἡμεῖς κατὰ θέσιν υἱοί, πρὸς αὐτὸν ἔχοντες τὴν ἀναφορὰν ὡς πρὸς Υἱὸν ἀληθῶς, εἰ καὶ αὐτὸς μεθ' ἡμῶν ἐν τοῖς κατὰ χάριν ἐστί; Πῶς δὲ καὶ ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ὡς υἱὸς πέμπεται μετὰ τοὺς οἰκέτας; Ὃν ἑωρακότες, ἔφασαν οἱ τοῦ ἀμπελῶνος μελεδωνοί· «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτόν.» Ἔστι

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
