# Quod unus sit Christus 740

Cyrillus, Quod unus sit Christus, Page 740. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/740

Υἱός· ὅτι μέν ἐστι Θεός, ἐκ θεοπρεποῦς ὑπεροχῆς καὶ κυριότητος μαρτυρούμενος, ὅτι δὲ πέφηνεν ἄνθρωπος, τοῦ καὶ Υἱὸν χρηματίσαι Δαυεὶδ εὖ μάλα κατασημαίνοντος. Β— Φαῖεν ἂν ἴσως καὶ πρός γε ταῦτα, διατεκμαίρομαι γάρ· Ἆρ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς καὶ αὐτὸν εἶναι δώσομεν τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Καίτοι πῶς ἡ τοιάδε πεῦσις οὐ πολὺ δὴ λίαν τὸ ἀσύφηλον ἔχει; Καὶ ἀπᾳδόντως ἂν γένοιτο τῇ τοῦ μυστηρίου δυνάμει καὶ τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν; Β— Φράσον ὅπως. Α— Μὴ γάρ μοι διέλῃς, ὡς ἕτερόν τινα λέγων παρὰ τὸν ἕνα Χριστὸν καὶ Υἱὸν <καὶ> Κύριον, τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Ὁ γάρ τοι τῆς ὀρθότητος λόγος τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Υἱὸν μονογενῆ αὐτὸν καὶ οὐχ ἕτερον εἶναι βούλεται τὸν ἐκ Δαυεὶδ κατὰ σάρκα. Μὴ τοίνυν ἐξ ἀμετρήτου λεγόντων ἐμβροντησίας, ὅτι ὥσπερ ὁ ἐξ οὐρανοῦ κατελθὼν Λόγος οὔκ ἐστι κατὰ φύσιν υἱὸς τοῦ Δαυείδ, οὕτως οὐδὲ ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ. Ὁ γάρ τοι φύσει καὶ ἀληθῶς ἐκ τοῦ <Θεοῦ καὶ> Πατρὸς ἀναλάμψας Λόγος, ἐν προσλήψει γεγονὼς σαρκὸς καὶ αἵματος, καθάπερ ἔφην ἀρτίως, μεμένηκεν ὁ αὐτός, τουτέστι φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Πατρός, εἷς ὢν καὶ μόνος, καὶ οὐχ ὡς ἕτερος μεθ' ἑτέρου, ἵνα καὶ ἓν αὐτοῦ νοῆται πρόσωπον. Συναγείροντες γὰρ οὕτως πρὸς ἕνωσιν ἀληθῆ καὶ τὴν ὑπὲρ νοῦν καὶ λόγον τὰ τοῖς τῆς φύσεως λόγοις πρὸς ἀνομοιότητα διεσχοινισμένα, τὴν ἀπλανῆ τῆς πίστεως βαδιούμεθα τρίβον. Ἕνα γὰρ καὶ τὸν αὐτὸν εἶναί φαμεν Χριστὸν Ἰησοῦν, ἐκ Θεοῦ μὲν Πατρὸς ὡς Θεὸν Λόγον, ἐκ σπέρματος δὲ κατὰ σάρκα τοῦ [θεσπεσίου] Δαυείδ. Ἢ οὐκ ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; Β— Πάνυ μὲν οὖν. Α— Προσερήσομαι δέ τι καὶ ἕτερον τοὺς διεναντίας. Β— Τὸ τί δὴ φής; Α— Οὐ γὰρ ἐκ Θεοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχειν πεπιστεύκασι τὸν μονογενῆ Θεὸν Λόγον, τόν γε μήν, ὡς αὐτοί φασι, ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον ἐκ σπέρματος γενέσθαι τοῦ θεσπεσίου Δαυεὶδ διατείνονται; Β— Οὕτω φασί. Α— Πλεονεκτήσει δὴ οὖν πάντη τε καὶ πάντως, φύσει τε καὶ δόξῃ Θεὸς ὢν ὁ Λόγος, τὸν ἐκ σπέρματος τοῦ Δαυείδ, καὶ ὑπεραλεῖται τοσοῦτον ὅσον ἂν ἔχοι τὸ μεσολαβοῦν τῶν φύσεων ἡ διαφορά. Ἢ εἴπερ οὔκ ἐστιν ἀληθὲς ὅ φημι, διαιροῦσιν ἀνθότου, καὶ <τὸν μὲν νέμοντα τὴν δόξην καὶ> τὴν ἐξουσίαν, τὸν δὲ λαβόντα παρακομίζουσι, καὶ τοῦθ'

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
