# Quod unus sit Christus 745

Cyrillus, Quod unus sit Christus, Page 745. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/745

ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς ταῖς θύραθεν ἐξωραϊσμένον, καὶ ἀλλοτρίᾳ δόξῃ λελαμπρυσμένον, καὶ οὐ Θεὸν ἀληθῶς, ἀλλὰ Θεοῦ κοινωνὸν καὶ μέτοχον, καὶ Υἱὸν ψευδώνυμον, καὶ Σωτῆρα σωζόμενον, καὶ λυτρούμενον Λυτρωτήν, καίτοι γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου· «Ἐπέφανε γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ ἐπιεικῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Β— Ναί, φασίν. Ἐπειδὴ γὰρ ὅλως ἠξιώθη συναφείας τῆς πρὸς τὸν Θεὸν Λόγον, μέγας καὶ αὐτὸς ὠνομάσθη Θεός, καίτοι γεγονὼς ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Βαβαὶ τῆς ἀποπληξίας. «Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν,» κατὰ τὸ γεγραμμένον. Μεθιστᾶσι γάρ, ὡς ἔφην, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν εἰς πᾶν τοὐναντίον, καὶ τὸ μὲν ἠξιῶσθαι λέγειν αὐτὸν εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι κοινὸν ἄνθρωπον ἀποφαίνειν καὶ εἰς ἑτερότητα τὴν εἰσάπαν ἀποτειχίζειν ἀβούλως, ὡς υἱῶν νοεῖσθαι δυάδα προσκυνητήν, ὧν ὁ μέν ἐστι φύσει καὶ ἀληθῶς, θάτερός γε μὴν εἰσποιητός τε καὶ νόθος, καὶ οὐδὲν ἔχων ὅ ἐστιν αὐτοῦ, ἵνα καὶ αὐτῷ λέγηται μεθ' ἡμῶν· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ πάνσοφος Παῦλος· «Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν κηρυχθεὶς δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε.» Πῶς γὰρ οὐ γέγονε Ναὶ καὶ Οὒ εἰ Θεὸς εἶναι λέγεται καὶ οὔκ ἐστι Θεός, εἰ κατεψευσμένον ἐπ' αὐτοῦ τὸ Υἱὸς καὶ Κύριος; Ἔχοντι δὲ ὧδε, καθά φασιν αὐτοί, πρέποι ἄν, οἶμαί που, καὶ τὸ χρῆναι λέγειν· «Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι.» Τὸ γὰρ μὴ φύσει προσόν, ἀλλ' ἔξωθεν καὶ εἰσκεκριμένον καὶ παρ' ἑτέρου δοτόν, οὐχὶ τοῦ λαβόντος εἴη ἂν μᾶλλον, ἀλλὰ τοῦ νείμαντος καὶ χαρισαμένου. Πῶς δὲ καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» εἰ μηδὲν ἀληθὲς ἐπ' αὐτοῦ; Κατελήφθη τάχα που καὶ ὑπὸ τῆς σκοτίας εἰ ψεύδεται. Ἀλλ' «οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καθὰ γέγραπται. Β— Οὐ γὰρ οὖν. Α— Ποῦ δὲ ἡ κένωσις; Καὶ τίνος ἂν νοοῖτο γενέσθαι λοιπόν;

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
