# Quod unus sit Christus 746

Cyrillus, Quod unus sit Christus, Page 746. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/746

Οὐ γὰρ ἔστιν ἰδεῖν κεκενωμένον τινὰ μᾶλλον, ἀλλ' ἔκ γε τῶν ἐναντίων πληρούμενον, καίτοι τὸ πλῆρες οὐκ ἔχοντα κατ' ἰδίαν φύσιν. Οὐ γὰρ ἂν ἐδεήθη τῶν παρ' ἑτέρου, καὶ περιττὸν ἦν αὐτῷ τὸ λαβεῖν, οἴκοθεν ἔχοντι τὸ αὐτοτελές, καὶ τὸ πρὸς πᾶν ὁτιοῦν ἀποχρώντων ἔχον, ἀλλ' ἐκ πληρώματος τοῦ Χριστοῦ πάντες ἡμεῖς ἐλάβομεν, καὶ οὐκ ἂν διαψεύσαιτο τὸ τῶν θεηγόρων κήρυγμα. Πλήρης γὰρ ὁ Χριστός, καὶ δοτὸν αὐτῷ παντελῶς οὐδὲν καθὰ νοεῖται [καὶ ἔστι] Θεός, εἰ καὶ γέγονεν αὐτοῦ τὸ λαβεῖν διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον καὶ καθὸ πέφηνε καθ' ἡμᾶς, οἷς ἂν λέγοιτο καὶ μάλα ὀρθῶς «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Β— Ναί, φησίν. Εἷς ἐστι Χριστὸς καὶ Υἱὸς καὶ Κύριος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, συναφθέντος αὐτῷ τοῦ ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Ἀλλ' ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ὁ συνημμένον ἔχων ἕτερον εἷς οὐκ ἂν νοοῖτο, πόθεν; Ἀλλ' εἷς μεθ' ἑνός, ἢ γοῦν μεθ' ἑτέρου, δύο δὲ οὗτοι πάντη τε καὶ πάντως. Εἷς δ' ἂν νοοῖτο κατὰ ἀλήθειαν ὑπάρχειν Υἱὸς εἰ τὸν αὐτὸν εἶναί φαμεν ἐκ Θεοῦ μὲν θεϊκῶς γεννηθέντα Θεὸν Λόγον, παραδόξως δὲ ἄνθρωπον κατὰ σάρκα ἐκ γυναικός. Εἰ δὲ δὴ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἰδίᾳ τιθέντες καὶ διορίζοντες, τοῦ κατὰ ἀλήθειαν εἶναι Θεὸν καὶ Υἱὸν ἐκπέμπουσι, κοινωνὸν δὲ μᾶλλον υἱότητος καὶ μέτοχον δόξης ὀθνείας εἶναί φασιν, οὐ μάτην, ὡς οἶμαι, τὰς παρὰ τῶν Ἰουδαίων διαβολὰς ἐπ' αὐτῷ γενομένας εὑρήσομεν. Ἔφασκον γὰρ ὅτι «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν.» Β— Καὶ μὴν καὶ Θεὸν καὶ Υἱὸν ἀληθινὸν εἶναί φασι τὸν ἕνα Χριστόν, δῆλον δὲ ὅτι τὸν ἐκ Θεοῦ Λόγον, λαβόντα κατὰ συνάφειαν τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν λέγοιτο Χριστὸς ὁ μὴ κεχρισμένος, καθὰ καὶ φθάσαντες εἴπομεν; Β— Οὐκοῦν, εἰ μή ἐστιν ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὁ ἐκ σπέρματος τοῦ Δαυείδ, λεγέσθω καὶ προαιώνιος. Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ἐκβάλλων τὴν δόξαν, ὡς ἐν ἐρωτήσεσίν ἐστιν ἀπαιτῶν καὶ λέγων· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.» Ἢ γοῦν καὶ ἑτέρως ὁ γὰρ χθὲς καὶ σήμερον, φησίν, Ἰησοῦς ὁ αὐτὸς ἔσται καὶ εἰς τοὺς αἰῶνας, πρόσφατος δηλονότι καὶ χθὲς καὶ σήμερον, καίτοι τοῦ Θεοῦ Λόγου τῷ ἰδίῳ Πατρὶ συνυφεστηκότος.

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
