# Quod unus sit Christus 749

Cyrillus, Quod unus sit Christus, Page 749. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/749

Καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Τὸ γὰρ ἐν ἀνθρώπῳ βλέπειν τῆς ἀφράστου δόξης τὴν ὑπεροχήν, οὐχ ὡς ἀλλοτρίαν μᾶλλον, ἢ γοῦν ἐν χάριτος μέρει προσπεπορισμένην, ἀλλ' ἰδίαν αὐτοῦ, πῶς οὐκ ἀναπείσει ὅτι Θεὸς ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ Υἱὸς ἀληθῶς τοῦ ἐπὶ πάντων Θεοῦ; Β— Ἑαυτοῦ, φησί, τοὺς ἀγγέλους εἶναι διϊσχυρίσατο, καὶ τῶνδε τῶν σημείων γέγονεν ἀποτελεστής, ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, δόξαν δὲ τὴν ἰδίαν αὐτῷ καὶ τὸ ἐνεργὲς ἐκνενεμηκότος. Γέγραπται γὰρ ὅτι «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.» Κεχρισμένος οὖν καὶ δυνάμει καὶ Πνεύματι, τερατουργὸς ἦν. Α— Οὐκοῦν, ἐπειδήπερ Θεὸς ὢν ὁ Λόγος, ἅγιός τε καὶ κατὰ φύσιν καὶ οὐσιῶδες ἔχων τὸ παναλκές, δέοιτ' ἂν οὐδαμῶς ἢ τῆς παρ' ἑτέρου δυνάμεως ἢ γοῦν ὡς εἰσκεκριμένου τοῦ ἁγιασμοῦ, τίς δὴ ἄρα ἐστὶν ὁ κεχρισμένος δυνάμει καὶ ἁγίῳ Πνεύματι; Β— Φαῖεν ἂν ἴσως τὸν ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον. Α— Αὐτὸς οὖν ἄρα ἐστὶν Ἰησοῦς Χριστὸς ἰδικῶς τε καὶ καταμόνας, καὶ περὶ οὗ φησιν ὁ πάνσοφος Παῦλος· «Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.» Πῶς οὖν, εἰπέ μοι, δι' ἀνθρώπου τὰ πάντα; Ἀνθότου δὲ καὶ ἀμέσως ὡς Υἱὸς τῷ Πατρὶ συντάττεται, μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν Μονογενῆ θήσομεν, εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες τὸν ἄνθρωπον, καὶ τοῦτο, καθά φησιν, ἐνεργούμενον παρ' αὐτοῦ, καὶ δι' αὐτὸν τιμώμενον; Ἆρ' οὐκ ἐκβέβηκε τὸ εἰκὸς ὁ λόγος αὐτοῖς, οὐκ ἔξω φέρεται σκοποῦ, καὶ ὡς τῆς ἀληθείας ὁλοτρόπως ἡμαρτηκώς, γελῷτο ἂν ἐνδίκως; Β— Ἄνθρωπος, φησίν, ὁ τοῦ θεοῦ Λόγος ὠνόμασται κατὰ τοιόνδε τινὰ τρόπον· ὥσπερ γὰρ ὁ παρ' αὐτοῦ ληφθεῖς ἄνθρωπος ἐγεννήθη μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, εἴρηται δὲ Ναζωραῖος διὰ τὸ οἰκῆσαι τὴν Ναζαρέτ, οὕτω καὶ ὁ Θεὸς Λόγος ἄνθρωπος ὀνομάζεται διὰ τὸ κατοικῆσαι ἐν ἀνθρώπῳ. Α— Ὢ φρενὸς γραοπρεποῦς καὶ νοῦ παρειμένου καὶ βατταρίζειν εἰδότος, καὶ ἕτερον οὐδέν. «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν,» ἐπιφωνείτω τις τοῖς διεναντίας,

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
