# Quod unus sit Christus 753

Cyrillus, Quod unus sit Christus, Page 753. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/753

μὴ γεγέννηται κατὰ σάρκα ἐκ γυναικός, ἀποσοβῶμεν αὐτοῦ τὰ ἀνθρώπινα. Εἰ δὲ ἀληθὲς ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ' ἡμᾶς, ἀνθότου τὰ δι' ὧν ἂν νοοῖτο κεκενωμένος ἀφιστᾶσιν αὐτοῦ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς ἀβουλότατα παραλύοντες; Β— Ἐὰν οὖν λέγηται καὶ δόξαν λαβεῖν καὶ γενέσθαι Κύριος, ὑψωθῆναί τε παρὰ τοῦ Πατρός, καταστῆναι δὲ καὶ βασιλεύς, ἀνάψεις ἄρα καὶ ταῦτα τῷ Θεῷ Λόγῳ, καὶ οὐ πάντη τε καὶ πάντως ἀδικήσεις αὐτοῦ τὴν δόξαν; Α— Ὅτι μὲν οὖν δόξης τε καὶ βασιλείας καὶ κυριότητος ἀληθοῦς ἡ τοῦ Θεοῦ Λόγου μεμέστωται φύσις, πῶς ἂν ἐνδοιάσειέ τις; Ἀραρότως δὲ ὅτι καὶ ἐν ὑψώμασι νοεῖται τοῖς θεοπρεπεστάτοις. Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ δοτὰ καὶ εἰσκεκριμένα, ταύτῃ τοι πλήρης ὑπάρχων καὶ ἐξ ἰδίου πληρώματος πᾶσι διδούς, ἀνθρωπίνως δέχεται, τὴν ἡμῶν πτωχείαν οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας αὐχήμασιν ἐστεφανωμένον τὸ ὑπὸ ζυγόν, τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, καὶ ἐν ὑπερτάταις ὑπεροχαῖς τὸ ταπεινόν. Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενής, οὐχ ἵνα τοῖς τῆς κενώσεως ἐναπομείνῃ μέτροις, ἀλλ' ἵνα λαβὼν σὺν αὐτῇ τὰ αὐτῆς, Θεὸς ὢν φύσει, καὶ οὕτω γνωρίζηται, καὶ τὴν τοῦ ἀνθρώπου κατασεμνύνῃ φύσιν ἐφ' ἑαυτῷ, μέτοχον αὐτὴν ἀποφήνας ἱερῶν καὶ θείων ἀξιωμάτων. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους δόξαν ὀνομάζοντας τοῦ Θεοῦ καὶ Πατρός, καὶ μέντοι καὶ βασιλέα, καὶ προσέτι Κύριον τὸν Υἱὸν καὶ ὅτε γέγονεν ἄνθρωπος. Ἡσαΐας μὲν γὰρ ὧδέ πή φησιν· «Ὃν τρόπον ἐὰν ἄνθρωπος καλαμᾶται ἐλαίαν, οὕτω καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρυγητός, οὗτοι φωνῇ βοήσονται. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου.» Καὶ πάλιν ἕτερος τῶν ἁγίων· «Φωτίζου, φησίν, Ἰερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα <αὐτοῦ> ἐπὶ σὲ ὀφθήσεται.» Ἰάκωβός γε μὴν ὁ αὐτοῦ μαθητής· «Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Πέτρος δὲ αὖ ὁ θεσπέσιος· «Εἰ ὀνειδίζεσθε ἐν Χριστῷ, μακάριοί ἐστε ὅτι τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται.»

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
