# Quod unus sit Christus 773

Cyrillus, Quod unus sit Christus, Page 773. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/773

Α— Οὐ γυμνόν, ὡς ἔφην, γεγονότα δὲ μᾶλλον ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Αὐτὸν οὖν εἶναί φαμεν, εἴπερ ἐστὶν οὐκ ἀνθρώπινον, θεοπρεπὲς δὲ μᾶλλον τὸ [ζωοποιεῖν]. Κεχρημάτικε δὲ καὶ ἔσχατος Ἀδάμ, ὡς ἐξ Ἀδὰμ γεγονὼς κατὰ σάρκα, καὶ ἀρχὴ δευτέρα τῶν ἐπὶ γῆς, ἀναστοιχειουμένης ἐν αὐτῷ τῆς ἀνθρώπου φύσεως εἰς καινότητα ζωῆς, τῆς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· κατηργήθη γὰρ οὕτω θάνατος, οὐκ ἀνασχομένης τῆς κατὰ φύσιν ζωῆς ὑποθεῖναι τῇ φθορᾷ τὸ ἴδιον σῶμα, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι Χριστὸν ὑπ' αὐτῆς, κατὰ τὴν τοῦ θεσπεσίου <Πέτρου> φωνήν. Διέβη δὲ οὕτως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ ἐκ τοῦ κατορθώματος ἀγαθόν. Β— Ἄριστα ἔφης. Α— Ἄθρει δὲ δή μοι κἀκεῖνο πρὸς τούτοις. Β— Τὸ τί δὴ φής; Α— Ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Βεβαπτίσμεθα δὴ οὖν εἰς ἁγίαν καὶ ὁμοούσιον Τριάδα, τὴν ἔν γέ φημι τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β— [Καὶ] πῶς γὰρ οὔ; Α— Οὐ † ... † Πατέρα μὲν νοοῦμεν τὸν γεγεννηκότα, Υἱὸν δὲ δὴ καὶ αὖ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα μονογενῆ Θεὸν Λόγον; Β— Καὶ πάνυ. Α— Πῶς οὖν εἰς τὸν θάνατον αὐτοῦ βεβαπτίσμεθα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν.» Ἀλλ' «εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,» καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς ὢν φύσει πέρα νοεῖται πάθους, εἶτα παθεῖν ἠθέλησεν, ἵνα σώσῃ τοὺς ὑπὸ φθοράν, ὡμοιώθη κατὰ πάντα τοῖς ἐπὶ γῆς, καὶ ἀπότεξιν ὑπέμεινε τὴν κατὰ σάρκα ἐκ γυναικός, καὶ ἴδιον ἐποιήσατο, ὡς ἔφην, σῶμα, τὸ γεύσασθαι τοῦ θανάτου δυνάμενον, ἀναβιῶναί τε αὖ, ἵνα μένων αὐτὸς ἀπαθής, σαρκὶ τῇ ἰδίᾳ λέγοιτο παθεῖν. Σέσωκε γὰρ <οὕτως> τὸ ἀπολωλός. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Καὶ πάλιν· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν <ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν> ἔχω λαβεῖν αὐτήν.» Ἀλλ' ἦν οὐχ ἑνὸς τῶν καθ' ἡμᾶς, οὔτε μὴν ἀνθρώπου κοινοῦ, τὸ ἐξουσίαν ἔχειν θεῖναί τε ψυχὴν καὶ ἀναλαβεῖν αὐτήν.

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
