# Quod unus sit Christus 776

Cyrillus, Quod unus sit Christus, Page 776. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/quod-unus-sit-christus/776

Ἑπόμενοί γε μὴν τοῖς εἰς ὀρθότητα λογισμοῖς, καὶ τὸν τοῦ εἰκότος περιαθροῦντες λόγον, οὔτε τοῦ λέγεσθαι παθεῖν ἀλλοτριοῦμεν αὐτόν, ἵνα μὴ πρὸ τούτου καὶ τὴν κατὰ σάρκα γέννησιν οὐκ αὐτοῦ μᾶλλον, ἀλλ' ἑτέρου φῶμεν εἶναί τινος, οὔτε μὴν εἰς τὴν θείαν αὐτοῦ καὶ ὑπερτάτην πεπράχθαι φύσιν διοριζόμεθα τὰ σαρκός· νοοῖτο δ' ἄν, ὡς ἔφην, σαρκὶ τῇ ἰδίᾳ παθεῖν, καίτοι θεότητι μὴ παθὼν κατὰ τοιόνδε τινὰ τρόπον. Καὶ ἀσθενεῖ μὲν πᾶσα παραδειγμάτων δύναμις, καὶ τῆς ἀληθείας κατόπιν ἔρχεται. Πλὴν ἐνίησι τῷ νῷ φαντασίαν ἰσχνὴν τοῦ πράγματος, καὶ ὡς ἀπό γε τῶν ἐν χερσὶν ἀναβιβάσει πρὸς τὸ ὕψος καὶ τὸ πέρα λόγου. Ὥσπερ γὰρ ὁ σίδηρος ἢ γοῦν ἑτέρα τις ὕλη τοιαύτη, ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς, εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει τὴν φλόγα, εἰ δὲ δὴ καὶ καταπαίοιτο τυχὸν ὑπό του, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω πως συνήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν Υἱόν. Καὶ σμικρὰ μέν, ὡς ἔφην, τῶν παραδειγμάτων ἡ δύναμις, ἀποφέρει δέ πως τῆς ἀληθείας ἐγγὺς τοὺς τοῖς ἱεροῖς Γράμμασιν οὐκ ἀπειθεῖν ᾑρημένους. Β— Εὖ λέγεις. Α— Εἰ γὰρ οὐκ ἀμέσως ἰδία τοῦ Λόγου γέγονεν ἡ ἀπορρήτως αὐτῷ καὶ ὑπὲρ νοῦν καὶ λόγον ἑνωθεῖσα σάρξ, πῶς ἂν νοοῖτο ζωοποιός; «Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Ἀλλ' εἴπερ ἐστὶν ἡ σὰρξ υἱοῦ παρ' αὐτὸν ἑτέρου, κατὰ συνάφειαν σχετικὴν οἰκειωθέντος αὐτῷ, καὶ χάριτι κεκλημένου πρὸς ἰσοτιμίαν, πῶς ἰδίαν αὐτὴν ὀνομάζει, καίτοι ψεύδεσθαι μὴ εἰδώς; Πῶς δ' ἂν καὶ ζωοποιήσειε τὸν κόσμον ἡ ἑτέρου τινὸς σάρξ, εἰ μὴ γέγονεν ἰδία τῆς ζωῆς, δῆλον δὲ ὅτι τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἰωάννης· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν αὐτόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.» Β— Ἀλλά, οἶμαι, πρὸς τοῦτο φαῖεν ἂν εἰρῆσθαι παρ' αὐτοῦ καὶ μάλα σαφῶς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.»

---

Cyrillus Theol., Quod unus sit Christus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg027.local001/.
