# Responsiones ad Tiberium diaconum sociosque suos 578

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 578. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/578

"Σόδομα ἐκ σοῦ;" εὐσεβέστερον γὰρ οἱ παρ' Ἕλλησι δοξάζουσι σοφοὶ τὸ θεῖον ἀσώματον καὶ ἀνείδεον, ἄποσόν τε καὶ ἀμερὲς, καὶ ἀσχημάτιστον εἶναι διαβεβαιούμενοι, καὶ πανταχῇ μὲν ὑπάρχειν, ἀπολιμπάνεσθαι δὲ οὐδενός. πῶς δὲ κἀκεῖνο διέλαθεν αὐτούς; εἰ γὰρ ὁμοούσιος ὢν ὁ Υἱὸς τῷ Πατρὶ, κεκένωκε τῆς αὐτοῦ παρουσίας τὸν οὐρανὸν, ὅτε γέγονεν ἄνθρωπος, καὶ συνανεστρέφετο τοῖς ἐπὶ τῆς γῆς, ἄραρεν ὅτι κενὴ καὶ ἡ γῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἦν, ὅτι μὴ αὐτὸς γέγονεν ἄνθρωπος, μήτε μὴν ἀνθρώποις συνανεστρέφετο, ἀλλ' ἵνα τι κατὰ τὴν αὐτῶν ἀσυνεσίαν εἴπω, μεμένηκεν ἐν τοῖς οὐρανοῖς. πῶς οὖν ἔφασκεν ὁ Σωτὴρ, ὅτι "Ὁ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός;" πῶς δὲ διὰ τοῦ προφήτου φησί "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν "ἐγὼ πληρῶ, λέγει Κύριος;" καὶ πάλιν "Θεὸς ἐγγίζων "ἐγὼ εἰμὶ, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν;" πάντα γὰρ ἐγγὺς ἔχει, τὰ πάντα πληρῶν ὁμοῦ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος Χριστός. καὶ γοῦν ὁ προφήτης Δαυείδ "Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου, "καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐρανοὺς ἢ γῆν εὑρεῖν δύνασθαί ποτε κενοὺς τῆς ἀῤῥήτου θεότητος. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα ἡ θεία τε καὶ ὁμοούσιος Τριάς. μεμνήμεθα δὲ ὅτι καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τοῖς ἁγίοις ἀποστόλοις ἔφασκε "Συμ"φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παρά"κλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς." ἐπειδὴ δὲ πεπόρευται,

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
