# Responsiones ad Tiberium diaconum sociosque suos 579

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 579. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/579

τὴν ἰδίαν ὑπόσχεσιν ἀποπληρῶν, ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν παράκλητον, τουτέστι, τὸ Πνεῦμα. ἔστι δὲ ὁμοούσιον τῷ Πατρὶ καὶ Υἱῷ. ἆρ' οὖν ὅτε καταπεφοίτηκεν εἰς γῆν ὁ παράκλητος, ἵνα ἡμᾶς ἁγιάσῃ τὸ Πνεῦμα, οὐκ ἦν ἐν τοῖς οὐρανοῖς; Ἀλλ' ἐκεῖνο φάναι πρέποι ἂν, ὅτι ἁγιάσαν ἡμᾶς ἀνέβη πάλιν εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἔστι μεθ' ἡμῶν, καίτοι γέγραπται "Ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην." ἀλλὰ καὶ αὐτὸς ἔφη Χριστὸς μέλλων ἀναβαίνειν πρὸς τὸν Πατέρα "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας καὶ "ἕως τῆς συντελείας τοῦ αἰῶνος." εἰ δὲ μεθ' ἡμῶν ἐστι, κενοί που πάντως καὶ νῦν εἰσὶ τῆς, ὡς αὐτοί φασιν, υἱοτικῆς ὑποστάσεως οἱ οὐρανοὶ, καὶ τὸν τοῦ Πατρὸς κόλπον ἀφεὶς τοῖς ἐπὶ γῆς ἥδιον μᾶλλον συνδιαιτᾶται. ταῦτα γὰρ ἐκεῖνοι ψυχρολογοῦσιν, ὡς ἔφην. εἶτα τίς τῆς ἐκείνων ἀβελτερίας ἀνέξεται; ἢ τίς τῶν νουνεχεστέρων οὐκ ἂν αὐτοῖς ἀμφιλαφὲς ἐπιστάξῃ δάκρυον, οἵ γε τὰς ἱερὰς καὶ θείας ἠγνοηκότες γραφὰς τὸ εἰς νοῦν ἧκον ἀβασανίστως ἐρεύγονται, καὶ τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων ἐκπίπτουσι; τί τῷ Φιλίππῳ περὶ τοῦ Πατρὸς λέγοντι προσπεφώνηκεν ὁ Υἱός; "Οὐ "πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστίν;" οὐκοῦν ἀμήχανον εἶναί ποτε δίχα τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ' ἔνθαπερ ὁ Πατὴρ εἶναι νοοῖτο· ἔστι δὲ πανταχοῦ· ἐκεῖ που πάντως καὶ ὁ Υἱὸς, καὶ ἔνθαπερ ἂν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
