# Responsiones ad Tiberium diaconum sociosque suos 580

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 580. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/580

αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου καὶ σοφίας καὶ δυνάμεως νοεῖσθαί ποτε τὸν Πατέρα; πῶς δὲ ἡ σοφία τοῦ Θεοῦ καὶ Λόγος αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ' ἄν ποτε δίχα τοῦ Πατρός; ἢ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς οὗ ἐστι χαρακτήρ; Ἀλλά φασιν ὅτι οὐ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας, καὶ τάχα που τὰ καθ' ἡμᾶς παρακομίζουσιν εἰς ἀπόδειξιν τῶν αὐτοῖς πεφλυαρημένων. Εἶτα πῶς οὐκ ἔδει νοεῖν αὐτοὺς, ὅτι τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα οὐ διὰ τῶν καθ' ἡμᾶς κανονίζεται μᾶλλον, ἀλλ' ἐν ἰδίοις εἰσὶ λόγοις, καὶ πίστει λαμβάνεται, περιεργοτέρων δὲ λογισμῶν οὐκ ἀνέχεται; μία γὰρ φύσις ἐστὶ τῆς ἀῤῥήτου θεότητος ἐν ὑποστάσει τρισί τε καὶ ἰδικαῖς, ἔξω δὲ τῶν καθ' ἡμᾶς ἐστὶ λόγων, καὶ τοῖς τῶν κτισμάτων ἔθεσιν οὐκ ἀκολουθεῖ. καὶ τοῦτο ἐκ πολλῶν ἔστιν ἰδεῖν. ἡμεῖς μὲν γὰρ πατέρες ἐσμὲν τῶν ἰδίων τέκνων κατὰ ἀπόῤῥοιαν καὶ μερισμόν. ἀναχωρεῖ γὰρ τὸ γεννώμενον εἰς ἰδικὴν ἑτερότητα τὴν εἰς ἅπαν καὶ ὁλοσχερῶς. ἀλλ' οὐχ οὕτως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθῆναί φαμεν τὸν Υἱόν· ἐξέλαμψε μὲν γὰρ τῆς οὐσίας αὐτοῦ, καὶ ἐξηυγάσθη φωτὸς δίκην, ἀλλ' οὐκ ἔξω γέγονεν αὐτοῦ, ἀλλ' ἐξ αὐτοῦ τέ ἐστι καὶ ἐν αὐτῷ· καὶ πρεσβύτεροι μὲν οἱ παρ' ἡμῖν πατέρες τῶν ἰδίων τέκνων· ἥκιστα δὲ τοῦτο ἀληθὲς ἐπὶ Θεοῦ. συνυφέστηκε γὰρ ἀεὶ τῷ Πατρὶ, καὶ συνάναρχον ἔχει τὴν ὕπαρξιν τῷ ἰδίῳ γεννήτορι,

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
