# Responsiones ad Tiberium diaconum sociosque suos 584

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 584. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/584

τὴν ὥραν μήτε τὴν ἡμέραν ἐκείνην, ἵνα τοῖς ἀγγέλοις συντάττηται, καὶ κατὰ μηδένα τρόπον διαφέρειν δοκῇ τῶν δι' αὐτοῦ γεγονότων. εἶτα πῶς ἐν ἴσῃ τάξει τε καὶ φύσει ποίημα καὶ ποιητής; πῶς δὲ οὐκ ἄπορον τὸ μεσολαβοῦν; ὁ μὲν γάρ ἐστι πάντων ἐπέκεινα, τὸ δὲ, ἐν τοῖς πᾶσιν. εἰ δὲ οἴονται κατὰ ἀλήθειαν ἠγνοηκέναι τι Χριστὸν, καθ' ὃ νοεῖται Θεὸς, ἔξω φέρονται σκοποῦ, καὶ τρέχουσι κατὰ πετρῶν, καὶ τὸ κέρας ἐγείρουσι κατὰ τῆς δόξης αὐτοῦ. εὑρεθήσεται γὰρ, ἂν οὕτως ἔχῃ καθά φασιν αὐτοὶ, οὐδὲ ὁμοούσιος ἔτι τῷ Θεῷ καὶ Πατρί. εἰ γὰρ οἶδε μὲν ὁ Πατὴρ, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς ἴσος ἔσται αὐτῷ, ἤγουν ὁμοούσιος; δεῖ γὰρ πάντως ἐν μείοσιν εἶναι τοῦ εἰδότος τὸ μὴ εἰδός. καὶ τὸ ἔτι τούτων παραλογώτερον, βουλὴ καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ὠνόμασται. Παῦλος μὲν γὰρ ἔφη περὶ αὐτοῦ "Ὃς "ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ," καὶ πάλιν "Ἐν ᾧ εἰσι "πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·" ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ Θεόν "Ἐν τῇ βουλῇ σου ὡδήγησάς με," βουλὴν αὐτοῦ λέγων τὸν ἐξ αὐτοῦ φύντα Υἱόν. εἶτα πῶς οὐ γελοῖον ἀγνοεῖν οἴεσθαί τι τῶν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν βουλὴν αὐτοῦ; καὶ ὁ μόνος εἰδὼς τὸν Πατέρα, πῶς ἀγνοεῖ τὴν τῆς συντελείας ἡμέραν; ποῖον ἄρα τὸ προὔχον ἐν γνώσει, τὸ εἰδέναι τί ἔστιν ὁ Πατὴρ, ἤγουν τὴν ἐσχάτην ἡμέραν; γέγραπται δὲ πάλιν ὅτι "τὸ Πνεῦμα πάντα ἐρευνᾷ "καὶ τὰ βάθη τοῦ Θεοῦ." ὅτε τοίνυν τὸ Πνεῦμα τὸ εἰδὸς τὰ βάθη τοῦ Θεοῦ καὶ πάντα τὰ ἐν αὐτῷ, Πνεῦμά ἐστι καὶ

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
