# Responsiones ad Tiberium diaconum sociosque suos 585

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 585. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/585

αὐτοῦ τοῦ Υἱοῦ, πῶς οὐκ οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρί; πολλῶν τοιγαροῦν εἰς ἀτοπίαν ἐννοιῶν συνωθουσῶν τὸν ἀμαθῆ καὶ κίβδηλον ἐκείνων λόγον, ἀναγκαῖον ἐλθεῖν ἐπὶ τὴν οἰκονομίαν, φάναι τε, ὅτι πεφόρηκε μὲν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ τῆς ἀνθρωπότητος καὶ πάντα τὰ αὐτῆς, δίχα μόνης ἁμαρτίας. ἀνθρωπότητος δὲ μέτροις πρέποι ἂν εἰκότως καὶ τὸ ἀγνοεῖν τὰ ἐσόμενα· οὐκοῦν καθ' ὃ μὲν νοεῖται Θεὸς, οἶδε πάντα ὅσα καὶ ὁ Πατήρ· καθ' ὃ γεμὴν ἄνθρωπος ὁ αὐτὸς, οὐκ ἀποσείεται τὸ καὶ ἀγνοῆσαι δοκεῖν, διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον. ὥσπερ δὲ αὐτὸς ὢν ἡ πάντων ζωὴ καὶ δύναμις τροφὴν ἐδέχετο σωματικὴν, οὐκ ἀτιμάζων τὸ τῆς κενώσεως μέτρον, ἀναγέγραπται δὲ καὶ ὑπνῶν καὶ κοπιάσας, οὕτω καὶ πάντα εἰδὼς τὴν τῇ ἀνθρωπότητι πρέπουσαν ἄγνοιαν οὐκ ἐρυθριᾷ προσνέμων ἑαυτῷ· γέγονε γὰρ αὐτοῦ πάντα τὰ τῆς ἀνθρωπότητος, δίχα μόνης ἁμαρτίας. ἐπειδὴ δὲ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον οἱ μαθηταὶ μανθάνειν, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος, καί φησι, μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ὄντας ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαῤῥηθέντες τὸ μυστήριον. Πρὸς τοὺς λέγοντας ὅτι ἰδικῶς ὁ Λόγος ἐνεργεῖ τὰς θεοσημίας, οὐδὲν πρὸς τοῦτο ἐχούσης τῆς ἁγίας αὐτοῦ σαρκός. ΕΠΙΛΥΣΙΣ. Τοὺς δὲ λέγοντας, ὅτι οὐ χρὴ κοινοποιεῖν τὴν σάρκα

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
