# Responsiones ad Tiberium diaconum sociosque suos 588

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 588. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/588

Ἀλλὰ μηδὲ ἐκεῖνό τινες φανταζέσθωσαν κακῶς, μήτε μὴν ὑπονοείτωσαν, ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα τῇ τῆς ἁγίας Τριάδος συγκέκραται φύσει. ἀμήχανον γὰρ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ὑπερφυᾶ καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου νοουμένην οὐσίαν, προσθήκην τινὰ καὶ μάλιστα τὴν ἔξωθεν καὶ ἑτέρας φύσεως δύνασθαι λαβεῖν. ἔστι γὰρ ἐν τοῖς καθ' ἑαυτὴν παντελεία, καὶ οὔτε μείωσιν ἐπιδέχεταί τινα, διὰ τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν ἀεὶ, οὔτε μὴν ὡς ἔφην προσθήκης ἂν δέοιτό τινος. περιττολογοῦσι τοίνυν οἱ ἐκ πολλῆς ἀμαθίας κατὰ σύγκρασιν ἤγουν συνουσίωσιν ἐν τῇ φύσει τῆς ἁγίας Τριάδος χωρῆσαι τὸ σῶμα λέγοντες. διακείμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, ἀλλ' ὀρθὴν ἔχομεν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν δόξαν. ἐνανθρωπῆσαι γάρ φαμεν αὐτὸν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐκ εἰς σάρκα τὴν ἰδίαν μεταποιήσαντα φύσιν, ἀλλ' ἐκ τῆς ἁγίας παρθένου λαβόντα αὐτὴν, ἥξοντά τε σὺν αὐτῇ, πλὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. Πῶς χρὴ νοεῖσθαι τό Ὁ Λόγος σὰρξ ἐγένετο. ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δὲ, ὡς μανθάνω, προσποιοῦνταί τινες ἐρωτᾶν τό Τί ἂν εἴη ἢ κατὰ τίνα νοεῖται τρόπον τό Ὁ λόγος σὰρξ

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
