Ancient Greek
Page 589
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 589
Not analysed yet
ἐγένετο, πάλιν ἀναγκαίως ἐκεῖνό φαμεν Ἔθος τῇ θεοπνεύστῳ γραφῇ καὶ ἀπὸ μόνης σαρκὸς ὀνομάζειν ἔσθ' ὅτε τὸν ἄνθρωπον. καὶ γοῦν ἐν προφήταις ἐπηγγείλατο Θεὸς ἐκχεῖν τὸ ἑαυτοῦ πνεῦμα ἐπὶ πᾶσαν σάρκα, εἴρηται δὲ πάλιν ὅτι "Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ." καὶ οὐ δήπου φαμὲν ὡς ἐπὶ μόνην τὴν σάρκα τὸ θεῖον ἐκχεῖται πνεῦμα, ἀλλ' οὐδὲ ὅτι μόνη ἡ σὰρξ τὴν σωτηρίαν τεθέαται τὴν διὰ Χριστοῦ· ἀλλ' ἐπ' ἀνθρώπους ἐξεχύθη τὸ πνεῦμα, καὶ αὐτοὶ τεθέανται τὴν σωτηρίαν. ὅταν τοίνυν ὁ εὐαγγελιστὴς λέγῃ "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο," οὐκ εἰς σάρκα μεταπεποιῆσθαι διδάσκει τὸν τοῦ Θεοῦ Λόγον· ἄτρεπτος γάρ ἐστιν ὡς ἐξ ἀτρέπτου Πατρός· ἀλλ' ὅτι σάρκα ἐψυχωμένην νοερῶς ἰδίαν ποιησάμενος, παραδόξως προῆλθεν ἄνθρωπος παρὰ τῆς ἁγίας παρθένου, ἐπειδὴ δὲ οὐκ ἄνθρωπος ὢν πρότερον τεθεοποίηται μᾶλλον, ἀλλὰ Θεὸς ὢν φύσει, πέφηνεν ἄνθρωπος. Πρὸς τοὺς ζητοῦντας, εἰ προσέθηκέ τι τῇ τοῦ ἀνθρώπου φύσει παραγενόμενος ὁ Χριστὸς ἐν σαρκί· καὶ πῶς κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος. ΕΠΙΛΥΣΙΣ. Ὅτι δὲ παντὸς ἀγαθοῦ πρόξενος τῇ τοῦ ἀνθρώπου γέγονε φύσει παραγενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ὁ μὴ φάναι τολμῶν; ἢ τίς καταρνήσεται, καὶ ἀνόνητον ἡμῖν γενέσθαι φήσει τὴν εἰς τόνδε τὸν κόσμον