# Responsiones ad Tiberium diaconum sociosque suos 590

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 590. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/590

ἀποστολὴν αὐτοῦ; γέγονε μὲν γὰρ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν ὁ ἄνθρωπος ἐν ἀρχαῖς, καὶ ἦν ἡ φύσις ἐπιτηδείως ἔχουσα πρὸς ἀνάληψιν παντὸς ἀγαθοῦ καὶ εἰς κατόρθωσιν ἀρετῆς. ἔκτισε γὰρ ἡμᾶς "ἐπὶ ἔργοις ἀγαθοῖς," ὡς γοῦν ὁ πάνσοφος γράφει Παῦλος. ἀλλ' ἠφάνισε τῆς θεοειδοῦς εἰκόνος τὸ κάλλος ἡ ἁμαρτία, καὶ ῥυποῦ μεστὸν ἀπέφηνεν ὁ σατανᾶς τὸ λαμπρὸν τῆς ἀνθρωπότητος πρόσωπον· ἀλλ' ἐπέφανεν ὁ ἀνακαινιστὴς, ὁ ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὸ ἠδικημένον καὶ πάλιν ἡμᾶς εἰς τὴν ἑαυτοῦ μεταπλάττων εἰκόνα, ὥστε τῆς θείας αὐτοῦ φύσεως ἐμπρέπειν ἡμῖν τοὺς χαρακτῆρας δι' ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ τῆς κατ' ἀρετὴν εὐζωΐας. αὐτὸς γάρ ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς, δι' ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων εἰσελάσαι δεδυνήμεθα, καὶ ὀρθὰς ποιήσασθαι τροχιάς· ὥστε ἐν ἡμῖν μὲν τοῖς ἐν Χριστῷ τὸ τῆς ἀρίστης εἰκόνος ἐκφαίνεται κάλλος, οἳ δι' αὐτῶν τῶν ἔργων ἠνδραγαθήσαμεν. ἐν δέ γε τῷ πρωτοπλάστῳ πᾶσα μὲν ἐπιτηδειότης ἦν, ἀποφέρουσα δύναμιν πρὸς ἀνάληψιν ἀρετῆς, οὐ πάντως δὲ καὶ ἐνέργεια. τοιγαροῦν καὶ αὐτὸς ἔφη Χριστὸς περὶ ἡμῶν, ἤτοι τῶν ἰδίων προβάτων "Ἐγὼ ἦλθον "ἵνα ζωὴν ἔχωσι, καὶ περιττὸν ἔχωσιν." ἀποδέδοται μὲν γὰρ τῇ ἀνθρώπου φύσει τὸ ἐν Ἀδὰμ ἐν ἀρχῇ, τουτέστιν ὁ ἁγιασμός· τὸ δὲ περιττὸν, ὥστε οἶμαι, φησὶ, τὸ κατ' ἐνέργειαν ὁρᾶσθαι σεπτοὺς, καὶ δι' αὐτῶν τῶν κατορθωμάτων καταφαιδρύνεσθαι.

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
