# Responsiones ad Tiberium diaconum sociosque suos 591

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 591. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/591

Ὅτι διὰ τῆς ἰδίας σαρκὸς ἐνεργεῖ τὰς θεοσημίας Θεὸς ὢν ὁ Λόγος. ΕΠΙΛΥΣΙΣ. Ἄνθρωπον δὲ γενέσθαι φαμὲν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐχ ἵνα τὸ εἶναι Θεὸς ἀποβάλῃ, ἀλλ' οὐδ' ἵνα γυμνὸς νοῆται Λόγος, ἐνανθρωπήσας δὲ μᾶλλον, καὶ ἴδιον ποιησάμενος σῶμα τὸ ἐκ τῆς ἁγίας καὶ θεοτόκου παρθένου. οὐκοῦν ὁ Χριστὸν ὀνομάζων, οὔτε Λόγον σημαίνει γυμνὸν, οὔτε ἄνθρωπον κοινὸν, ἢ ὡς ἕνα τῶν καθ' ἡμᾶς· ἐνανθρωπήσαντα δὲ ὡς ἔφην τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ κεχρισμένον εἰς ἀποστολήν. οὐ γὰρ ἄνθρωπος ἐθεοποιήθη, καθά φασί τινες, ἑνωθεὶς τῷ Λόγῳ, ἀλλ' αὐτὸς ὁ Λόγος σάρκα λαβὼν καὶ γενόμενος ἄνθρωπος μεμένηκε καὶ οὕτω Θεός. Ὅταν οὖν ἐργάζεται τὰς θεοσημίας, μὴ διορίσας ἀνὰ μέρος τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ἐκ Θεοῦ Λόγον αὐτῷ κατὰ μόνας τὴν ἐπὶ τοῖς τελουμένοις ἀνάψῃς δύναμιν· νόει δὲ μᾶλλον εὐσεβῶς ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ διὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς ἐνήργει πολλάκις, ὡς ἰδίαν ἔχων αὐτὴν, οὐ κατὰ σύγχυσιν ἢ φυρμόν. καὶ ὥσπερ ἔστιν ἐπὶ ἀνθρώπου τεχνίτου νοεῖν τέκτονος τυχὼν ἢ σιδηρέως, ὅτι ποιεῖ τὰ ἔργα μετὰ τοῦ ἰδίου σώματος ἡ ψυχή· καὶ οὐκ ἄν τις εἴποι ψυχῆς ἔργα μόνης εἶναι, εἰ καὶ αὐτὴ κινεῖ πρὸς ἔργα τὸ σῶμα, ἀλλὰ τοῦ συναμφοτέρου·

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
