# Responsiones ad Tiberium diaconum sociosque suos 595

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 595. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/595

Ὅτι τὴν εὐχαριστίαν ἐν μόναις χρὴ ταῖς καθολικαῖς ἐκκλησίαις ἐκτελεῖσθαι. ΕΠΙΛΥΣΙΣ. Τὸ δέ γε δῶρον, ἤτοι τὴν προσφορὰν ἣν τελοῦμεν μυστικῶς, ἐν ἁγίαις ἐκκλησίαις ταῖς τῶν ὀρθοδόξων χρὴ προσφέρεσθαι μόναις, καὶ οὐχ ἑτέρωθί που. ἢ οἱ τοῦτο δρῶντες παρανομοῦσιν ἐμφανῶς. καὶ τοῦτο ἔστιν ἰδεῖν ἐκ τῶν ἱερῶν γραμμάτων. ἐκέλευε γὰρ ὁ νόμος θύεσθαι τὸ πρόβατον κατὰ τὴν ἡμέραν ἤτοι τὴν ἑορτὴν τοῦ πάσχα, καὶ ἦν εἰς τύπον Χριστοῦ· ἀλλ' "ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, φησὶ, καὶ οὐκ "ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω." ἔξω τοίνυν ἐκφέρουσι τὸ δῶρον, οἱ μὴ ἐν τῇ μιᾷ καὶ καθολικῇ οἰκίᾳ τοῦ Χριστοῦ, τουτέστι, τῇ Ἐκκλησίᾳ, τελοῦντες αὐτό· καὶ δι' ἑτέρου δὲ νόμου τοιοῦτόν τι σημαίνεται. γέγραπται γὰρ πάλιν "Καὶ "ὃς ἐὰν θύσῃ μόσχον ἢ πρόβατον ἐν τῇ παρεμβολῇ, καὶ "ἐπὶ τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ "ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς." οὐκοῦν οἱ ἔξω θύοντες τῆς σκηνῆς, εἶεν ἂν οὐχ ἕτεροί τινες παρὰ τοὺς αἱρετικοὺς, καὶ ὄλεθρος αὐτοῖς ἐπήρτηται τοῖς τοῦτο τολμῶσι δρᾶν. πιστεύομεν τοίνυν τὰς ἐν ταῖς ἐκκλησίαις δωροφορίας καὶ ἁγιάζεσθαι καὶ εὐλογεῖσθαι καὶ τελειοῦσθαι παρὰ Χριστοῦ.

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
