Ancient Greek
Page 596
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 596
Not analysed yet
Ὅτι τὰς σαρκικὰς ἡδονὰς εἴτουν φυσικὰς κολοβῶσαι δυνάμεθα, ἐκκόψαι δὲ παντελῶς οὐκέτι. ΕΠΙΛΥΣΙΣ. Δοκεῖ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι δυσνόητα, κατὰ τὴν τῶν ἁγίων ἀποστόλων φωνήν. ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα, οὐκ ἔστιν ἀμφιβαλεῖν, λαλεῖ γὰρ ἐν αὐτῷ Χριστός. ἔφη τοίνυν "ὅτι "συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, "βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ "νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας," καὶ πάλιν "Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ "τοῦ σώματος τοῦ θανάτου τούτου; χάρις δὲ τῷ Θεῷ διὰ "Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν." καταστρατεύεται μὲν γὰρ τοῦ νοῦ βλέποντος εἰς ἐγκράτειαν διὰ τὸν τοῦ Θεοῦ φόβον τὸ κίνημα τῆς σαρκὸς, καὶ ταῖς εἰς ἁγνείαν ὁρμαῖς ἀντιτάττεται καὶ ἀντεξάγει δεινῶς. ἀλλ' οἱ νήψει χρώμενοι τῇ πρεπούσῃ τοῖς Θεὸν σεβομένοις, ἐπιτιμῶσι τῷ κινήματι τῆς σαρκὸς, καὶ τὸ τῆς ἁμαρτίας ἀπαμβλύνουσι κέντρον ἀσκήσεσι καὶ πόνοις καὶ ταῖς ἄλλαις ἐπιεικείαις χρώμενοι. ὥστε ἀποριζῶσαι μὲν τῆς σαρκὸς τὴν ἔμφυτον αὐτῆς ἐπιθυμίαν οὐκ ἔνεστι· νήψει δὲ, ὡς ἔφην, οὐκ ἐᾶν καταθρασύνεσθαι τοῦ νοῦ, δυνατὸν, μάλισθ' ὅτι γέγονεν ἄνθρωπος ὁ