# Responsiones ad Tiberium diaconum sociosque suos 597

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 597. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/597

Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἀγριαίνοντα τῆς ἁμαρτίας τὸν νόμον τὸν ἐν τοῖς μέλεσιν ἡμῶν οὐκ ἔτι νεανιεύεσθαι συγκεχώρηκε καθ' ἡμῶν. καὶ τοῦτο διδάξει σαφῶς ὁ πανάριστος Παῦλος γράφων "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν "ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας "ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε "τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου "πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ "κατὰ πνεῦμα." περιεσόμεθα τοίνυν τῶν ἐμφύτων κινημάτων οὐκ εἰς ἅπαν, οὐδὲ ὁλοτελῶς· τετήρηται γὰρ τοῦτο τῇ παμμακαρίᾳ ζωῇ τῇ ἔσεσθαι προσδοκωμένῃ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· δυνάμεθα δὲ κατανδραΐζεσθαι, καὶ ἐπιπλήττειν τοῖς τῆς σαρκὸς κινήμασι, Θεοῦ συμπράττοντος, καὶ τὴν ἐξ ὕψους ἡμῖν χορηγοῦντος δύναμιν. καὶ ἁδροτέρα μὲν ἐστὶν ἐν τοῖς ῥᾳθυμοῦσιν ἡ ἐπιθυμία, καὶ οἷον κατεξουσιάζουσα τῆς αὐτῶν καρδίας· ἀδρανὴς δὲ καὶ ῥᾳδίως ἐπιτιμωμένη καὶ ἐκπεμπομένη τοῦ νοῦ ἐν τοῖς τὸν θεῖον ἔχουσι φόβον. γέγραπται γὰρ ὅτι "ὁ φόβος Κυρίου ἁγνὸς," τουτέστιν, ἁγνοποιός. Πρὸς τοὺς λέγοντας Εἰ ἐνεδέχετο ἁμαρτῆσαι Χριστὸν φορέσαντα τὴν ὁμοίωσιν τοῦ Ἀδὰμ διὰ τὴν σάρκα. ΕΠΙΛΥΣΙΣ. Ἀσύνετοι δὲ παντελῶς οἱ καὶ αὐτὸν πλημμελῆσαι τὸν

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
