# Responsiones ad Tiberium diaconum sociosque suos 598

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 598. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/598

Χριστὸν δύνασθαι οὐκ οἶδ' ὅπως ὑποτοπήσαντες, διὰ τὸ ἐν εἴδει γενέσθαι τῷ καθ' ἡμᾶς οἰκονομικῶς καὶ μορφὴν δούλου λαβεῖν καὶ συναναστραφῆναι τοῖς ἐπὶ γῆς ἀνθρώποις. εἰ μὲν γὰρ ἀπέστη τοῦ εἶναι ὃ ἦν, εἰ μεταπεφοίτηκεν ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ καθ' ἡμᾶς εἶναι μόνον, ζητείτωσαν ἐν αὐτῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὰ ἐγκλήματα. εἰ δὲ πεφόρεκε διὰ τοῦτο τὴν ἀνθρώπου φύσιν, ἵν' ὡς ἐν Ἀδὰμ ἀσθενήσασαν ἐν αὐτῷ δείξῃ δυνατωτάτην καὶ ἁμαρτίας κρείττονα, τί περιεργάζονται μάτην ὃ εὑρεῖν οὐ δύνανται; πῶς δὲ ἐπελάθοντο λέγοντος αὐτοῦ "Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου "τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν." κατηγορεῖ μὲν γὰρ ὁ τῆς ἁμαρτίας εὑρετὴς πάσης σαρκός· ἀλλ' ἦν ἄπρακτος ἐν Χριστῷ τῆς ἐκείνου σκαιότητος ἡ περιεργία, ηὕρηται γὰρ ὅλως οὐδὲν ἐν αὐτῷ. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους "Τίς "ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, "διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;" ὥσπερ τοίνυν κατεκρίθημεν ἐν Ἀδὰμ διὰ τὴν παρακοὴν καὶ τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα διὰ τὸ ἀπλημμελὲς ὁλοτρόπως καὶ τὴν εἰς ἅπαν καὶ ἀμώμητον ὑπακοήν. καὶ τὸ καύχημα τῆς ἀνθρωπείας φύσεως ἐν τούτῳ γέγονε. πέφρακται γοῦν ἡ ἀρὰ, καὶ τὸ τῆς ἁμαρτίας ἐμπέφρακται στόμα, καὶ σὺν αὐτῷ τὸ τοῦ θανάτου κατηργήθη κράτος,

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
