# Responsiones ad Tiberium diaconum sociosque suos 599

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 599. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/599

ὥσπερ οἰκείᾳ ῥίζῃ συναπομαρανθέν. εἰ γὰρ πρόξενος ἡμῖν ἁπάντων τῶν κακῶν ἡ ἁμαρτία γέγονεν, ἀναίρεσις ἔσται τῶν συμβεβηκότων ἡ ἐν Χριστῷ δικαίωσις, δι' ὑπακοῆς εἰσβαίνουσα, καὶ τὸ ἀνυπαίτιον ἔχουσα παντελῶς. ὥστε καὶ εἰ πεφόρεκεν ὡς φασὶ τὸν Ἀδὰμ, ἀλλ' οὐ κατ' ἐκεῖνον ἦν, τὸν ἐκ γῆς χοϊκὸν, ἀλλ' ὡς ἐπουράνιος ἀσυγκρίτως ἀμείνων τοῦ χοϊκοῦ. καὶ τοῖς τῆς ἀναμαρτησίας ἐπαίνοις τὴν ἀνθρώπου φύσιν στεφανουμένην ἐν αὐτῷ θεωρήσαι τις ἂν, ἐπιμαρτυρούσης αὐτῷ τῆς θεοπνεύστου γραφῆς, ὅτι "ἁμαρτίαν οὐκ "ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Πρὸς τοὺς λέγοντας Εἰ καὶ ἄγγελοι κατ' εἰκόνα Θεοῦ. ΕΠΙΛΥΣΙΣ. Τὸ δέ Κατ' εἰκόνα Θεοῦ διερμηνεύοντες ἐπὶ τοῦ ἀνθρώπου, οὐ τὴν τοῦ σώματος εἰδέαν μεταμορφοῦσθαι πρὸς αὐτὸν ἐλέγομεν. ἀσώματον γὰρ ἄϋλόν τε καὶ ἀναφὲς τὸ θεῖον, καὶ ποσότητος ἐπέκεινα καὶ περιγραφῆς, εἴδους τε καὶ σχήματος. ἐφαρμόζοντες δὲ τῷ ἀνθρώπῳ τὸν θεῖον ἐξεικονισμὸν, ἐλέγομεν ὅτι κατὰ τὴν τῶν ἠθῶν ἤτοι τῶν τρόπων ποιότητα, καὶ κατ' εἶδος τὸ πνευματικὸν, ὃ διὰ τῆς τῶν ἀρετῶν εὐειδίας ἐκφαίνεται, πεποιῆσθαί φαμεν καθ' ὁμοίωσιν αὐτοῦ τοῦ δημιουργοῦ. ἐν παντὶ γὰρ καλῷ τὸ θεῖον, καὶ ἁπάσης ἀρετῆς αὐτοπηγὴ καὶ ῥίζα γαὶ γένεσις, ἥκει δὲ καὶ εἰς ἡμᾶς ἐκεῖθεν τὰ ἀγαθά. εἰ τοίνυν κατά γε τὴν ἐξ ἀρετῶν εἰδέαν

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
