# Responsiones ad Tiberium diaconum sociosque suos 600

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 600. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/600

διαμορφούμεθα πρὸς Θεὸν, ἔνεστι δὲ τοῦτο καὶ τοῖς ἁγίοις ἀγγέλοις καὶ ἀσυγκρίτως ὑπὲρ ἡμᾶς· οὐκ ἀμήχανον ἐννοεῖν ὅτι καὶ πᾶσα κτίσις λογικὴ δι' ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ διὰ πάσης ἀρετῆς μορφοῦται πρὸς Θεόν. εἰ γὰρ ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἐμπρέπει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον κάλλος, πῶς οὐ μᾶλλον ταῖς ἄνω δυνάμεσι λογικαῖς, αἷς ἐπαναπαύεται ὁ Θεός; διὰ γὰρ τοῦτο καὶ θρόνον αὐτοῦ τὸν οὐρανὸν ὀνομάζουσιν αἱ θεῖαι γραφαί. Πρὸς τοὺς λέγοντας Πῶς ἀσώματοι ὄντες οἱ δαίμονες ἐμίχθησαν γυναιξίν; ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δέ φασί τινας λέγειν Πῶς ἀσώματοι ὄντες οἱ πονηροὶ δαίμονες κεκοινωνήκασι γυναιξὶν, αἱ δὲ ἐγέννων αὐτοῖς τοὺς γίγαντας· ἀναγκαῖον καὶ πρὸς τοῦτο ἡμᾶς ἐπιτροχάδην εἰπεῖν, οὐ τῷ μήκει τῶν διηγημάτων συνεκτεινομένους, ἀλλ' ὡς ἐν ἐπιτομῇ τὴν τοῦ πράγματος διάνοιαν ἐμφανίζοντας. φασὶ τοίνυν κατὰ τοὺς ἄνωθεν ἔτι καιροὺς ἤτοι χρόνους διῃρῆσθαι, τούς τε ἀπὸ τοῦ Καῒν γεγονότας φημὶ καὶ τοὺς ἀπὸ τοῦ Ἑνὼς, ὃς διὰ τὴν πολλὴν ἄγαν δικαιοσύνην ὠνόμασται παρὰ τοῖς τὸ τηνικάδε Θεός· "ἤλπισε γὰρ ἐπικαλεῖσθαι, "φησὶ, τὸ ὄνομα κυρίου τοῦ Θεοῦ αὐτοῦ." ἀλλ' οἱ μὲν ἀπὸ Ἑνὼς γεγονότες, ἐπιμεληταὶ δικαιοσύνης καὶ ἁπάσης

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
