# Responsiones ad Tiberium diaconum sociosque suos 601

Cyrillus, Responsiones ad Tiberium diaconum sociosque suos, Page 601. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/responsiones-ad-tiberium-diaconum-sociosque-suos/601

ἀγαθουργίας, ἔθεσιν ἑπόμενοι τοῖς τοῦ πατρός· οἱ γεμὴν ὑπὸ τοῦ Καῒν θρασεῖς καὶ ἐπάρατοι καὶ πᾶν εἶδος φαυλότητος ἑτοίμως ἐπιτηδεύοντες, ἦν γὰρ αὐτοῖς τοιοῦτος καὶ ὁ πατήρ. ἕως μὲν οὖν ἦσαν ἀλλήλοις ἄμικτα τὰ γένη, διεσώζετο παρὰ τοῖς ἀπὸ Ἑνὼς γεγονόσι τὸ ἐν ἀρίστῃ διαπρέπειν ζωῇ. ἐπειδὴ δὲ οἱ υἱοὶ, φησὶν, τοῦ ἐπικληθέντος θεοῦ, τουτέστι, τοῦ Ἑνὼς, τὰς ἐκ τοῦ Καῒν θυγατέρας τεθέανται, ἃς καὶ τῶν ἀνθρώπων θυγατέρας εἶπεν ἡ γραφή· εἶτα προσεφθάρησαν αὐταῖς, καὶ ἥττους γεγόνασιν αἰσχρῶν ἐπιθυμιῶν, εἰς τὰ ἐκείνων ἤθη μετετράπησαν. ὅθεν ἀγανακτήσας ὁ Θεὸς, παρεσκεύασε τὰς αἱρεθείσας παρ' αὐτῶν γυναῖκας δυσειδῆ τίκτειν τέρατα, οὓς καὶ ἐκάλουν γίγαντας, διὰ τὸ εἰδεχθὲς καὶ ἀπηνὲς τῶν τρόπων καὶ τὸ ἀνήμερον θράσος. καὶ γοῦν οἱ μετὰ τοὺς ἑβδομήκοντα γεγονότες ἑρμηνευταὶ τέσσαρες ἐκδιδόντες τὰ περὶ τὸν τόπον, οὐ γεγράφασιν ὅτι οἱ υἱοὶ τοῦ Θεοῦ ἰδόντες τὰς θυγατέρας τῶν ἀνθρώπων· ἀλλ' ὁ μέν Οἱ υἱοὶ τῶν δυναστευόντων, ὁ δὲ, υἱοὶ τῶν δυναστῶν. ἀσύνετον δὲ τὸ οἴεσθαι τοὺς ἀσωμάτους δαίμονας ἐνεργεῖν δύνασθαι τὰ σωμάτων, καὶ τὸ παρὰ φύσιν ἰδίαν ἐπιτελεῖν. οὐδὲν γὰρ τῶν ὄντων δύναται τὰ παρὰ φύσιν δρᾶν, ἀλλ' ἕκαστον ὡς γέγονεν οὕτω μένει, τάξιν ὁρίσαντος ἑκάστῳ Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ πάντων γενεσιουργὸς καὶ τοῖς αὐτοῦ νεύμασιν ἕκαστον τῶν ὄντων ἐστὶν ὅ ἐστιν. ἰστέον δὲ πρὸς τούτῳ κἀκεῖνο. ἔχει

---

Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg021.local001/.
