# Solutiones (e tractatu de dogmatum solutione) 563

Cyrillus, Solutiones (e tractatu de dogmatum solutione), Page 563. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/solutiones-e-tractatu-de-dogmatum-solutione/563

"χοῦν αὐτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς τὸ πνεῦμά σου "καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." προσκεκρουκότες μὲν γὰρ ἐν Ἀδὰμ διὰ τὴν παράβασιν, ἐν ἀποστροφῇ γεγόναμεν παρὰ Θεῷ. καὶ ταύτης ἕνεκα τῆς αἰτίας εἰς τὸν ἑαυτῶν χοῦν ὑπεστρέψαμεν, ἐπάρατοι γεγονότες. ἔφη γὰρ ὁ δημιουργός "Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπε"λεύσῃ." ἀλλ' ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐν δυνάμει τοῦ ζωοποιοῦ Πνεύματος, ἐν Χριστῷ πάντας ἐγερεῖ τοὺς νεκροὺς ὁ Θεὸς καὶ Πατήρ. ὅτι δὲ οὔπω γέγονεν ἡ ἀνάστασις τῶν νεκρῶν, ἀλλ' ἔσται κατὰ καιροὺς, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος, ὅτι Ὑμέναιος καὶ Ἀλέξανδρος περὶ τὴν πίστιν ἐναυάγησαν, λέγοντες ἤδη τὴν ἀνάστασιν γεγονέναι. εἰ δὲ ὁ τοῦτο λέγων τὴν ἐπὶ τῇ πίστει ναυαγίαν ὑπομένει, δῆλον ἂν εἴη λοιπὸν ὅτι τὴν τῆς ἀναστάσεως δύναμιν ὡς ἐν θεωρίᾳ προφητικῇ τεθέαται χρησίμως ὁ μακάριος προφήτης Ἱεζεκιήλ. Πρὸς τοὺς λέγοντας, ὅτι ἑκάστῳ ἀνταπόδοσις ἐκληρώθη ἀξία· οὐ γὰρ εἶπεν ὁ Σωτὴρ, ὅτι πτωχός τις ἄνθρωπος, ἀλλὰ Λάζαρος, ἵνα τῇ προσηγορίᾳ δείξῃ πείρᾳ καὶ ἀληθείᾳ ταύτην πεπράχθαι.

---

Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg020.local001/.
