Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.100
Not analysed yet
ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Θελήσει, φησὶν, ἤτοι κρίσει τὸν Υἱὸν γεγέννηκεν ἄρα ὁ Πατὴρ, ἢ κατὰ φύσιν. Εἰ μὲν οὖν κατὰ φύσιν μόνον, οὐκ ἔτι δὲ κατὰ θέλησιν ἢ κρίσιν, ἀθελήτως ἐστὶ καὶ ἀκρίτως γεννηθείς. Εἰ δὲ τὸ συναμφότερον, σύνθετον ποιεῖτε τὸν Θεὸν, καὶ κρίσιν αὐτῷ καὶ φύσιν διδόντες. Πῶς γὰρ ὁ ἐκ τούτων συγκείμενος ἁπλοῦς ἔσται; Πρὸς τοῦτο λύσις. Ἄνω μὲν κρίσεως καὶ βουλήσεως ἡ τοῦ Υἱοῦ κεῖται γέννησις. Τὸ γὰρ βούλεσθαι καὶ κρίνειν ἐν χρόνῳ πάντως ἐστί· χρόνων δὲ ποιητὴς ὁ Υἱός. Πῶς οὖν ἔσται τὸ ποίημα πρὸ τοῦ ποιητοῦ; Εἰ δὲ σύνθετον οἴεσθε γίνεσθαι Θεὸν διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν, ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· Ἔχει τὸ γεννᾷν ὁ Πατὴρ φυσικῶς, ἔχει καὶ τὸ κτίζειν δι' Υἱοῦ δημιουργικῶς, καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός. Ὁ δὲ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου, καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἴπατε, φησὶν, ἡμῖν, οἱ ἀπαύγασμα λέγοντες εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, τί ποτε ἄρα λογίζεσθε. Ὁ δὲ τῆς ἐρωτήσεως τρόπος, οὗτος· Τὸ φῶς ἤτοι τὸ πῦρ, φέρε εἰπεῖν, ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ' αὐτὸ μὲν οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς, καθάπερ εἴπομεν, ὁ ἐξ αὐτοῦ φωτισμὸς γίγνεται. Εἰ τοίνυν φῶς μὲν εἶναί φατε τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχοι καὶ χωρῆσαί ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, Πρὸς ταῦτα λύσις. Εἰ μὲν ἐν τόπῳ τίθησι τὸν Πατέρα, καὶ καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεννήματι τόπον. Εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία (οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον), τί μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν· Ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός; Φαίνεται μὲν οὖν ὁ Πατὴρ καὶ ἔστιν ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρί· οὐχ ὡς ταυτὸν δὲ ὄντες, οὐδὲ ὡς ἒν ἀριθμῷ. Ἔστι γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι· καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν Γεγεννηκότα τὴν διαφοράν· ὁ μὲν γὰρ Πατὴρ, καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Υἱός· ὁ δὲ Υἱὸς καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατήρ. Ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα, πρόεισι μὲν ἐξ αὐτοῦ, ἕτερον δέ τι παρ' αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχον. Τὸ μὲν γὰρ, ἥλιος, τὸ δὲ, ἀπαύγασμα. Ὢν οὖν Πατὴρ, ἀπηύγασε